Ancient Greek
616.7 to 617.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 616.7-617.10
Unproofread scanNot analysed yet
Διὰ τί εἶπε τὸ, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς; ’Ιν τὸν Νικώδημον διορύσῃται, ἐπεὶ ἐκεῖνος εἶπεν, ὅτι Ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος. Ἐκκόπτει οὖν αὐτοῦ τὸ φρόνημα εἰς τὸ μὴ ἔχειν αὐτὸν διδάσκαλον. Ὅτι δὲ εἶπεν· Τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει, ἀντὶ τοῦ, Ὀλίγοι, φησίν· ὡςπερ γὰρ τὸ, Πάντες, ἐπὶ τῶν πολλῶν νοεῖται, οὕτω καὶ τὸ, Οὐδεὶς, ἐπὶ τῶν ὀλίγων.