Ancient Greek
617.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 617.6
Unproofread scanNot analysed yet
Ὅτι καὶ οἱ μαθηταὶ καὶ ὁ Ἰωάννης ἐβάπτιζεν, τὸ δὲ τέλος ἐπετίθησι Χριστὸς τὸ Πνεῦμα χαριζόμενος. Τί σημαίνει· ἡ λεγομένη ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου πρὸς τινὰ Ἰουδαῖον περὶ καθαρισμοῦ; Τὴν ζηλοτυπίαν αὐτῶν ἤν εἶχον ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς πρὸς αὐτὸν τε τὸν Χριστόν, ὡς τοῦ παρὰ αὐτῶν βαπτίσματος πλεῖον ἔχοντος τῶν τοῦ Χριστοῦ μαθητῶν· ὅτι δὲ τοῦτό ἐστι, τὰ ἕξης δηλοῖ. Ἥλθον γὰρ πρὸς τὸν Ἰωάννην λέγοντες· Ῥαββί, ὃς ἦν μετὰ σοῦ, τουτέστιν ὃς τάζων ἔχει μαθητοῦ, ἀποχίσας βαπτίζει· ἀντὶ τοῦ, Ὡς σὺ μεμαρτύρηκας, ἀντὶ τοῦ, Ὦν σὺ ἐβάπτισας.