Ancient Greek
623.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 623.5
Unproofread scanNot analysed yet
Τὸ, Καθὼς ἀκούω κρίνω, δηλοῖ, οὐ διδασκαλίαν, ἀλλὰ τὸ τῆς ψήφου ἴσον· ὡς ἂν ἐλεγε· Οὕτω κρίνω ὡσανεὶ αὐτὸς ὁ Πατὴρ ὁ κρίνων εἴη. Τί λέγει· Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστιν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, καὶ τὰ ἔξης; Τοῦτο δὲ τοιούτων ἐστιν· "Ἐμελλον λέγειν αὐτῷ οἱ Ἰουδαῖοι· Ἔὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἐστὶν ἀληθής. Διὰ τοῦτο σὺν προλαβὼν τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγε· Ἴσως ἐρεῖτέ μοι· Σοὶ οὐ πιστεύομεν· οὐδὲ γὰρ ἑαυτῷ μαρτυρήσας ἀξιόπιστος ἐν ἀνθρώποις. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν παρ' ἐκείνων ἀντίθεσιν ἐπάγεσθαι, δεικνύς αὐτοῖς ὅτι οὐδε αὐτῶν τὰ ἀπόρρητα τῆς διανοίας. "Ὅταν δὲ λέγῃ, ὅτι Ἀλήθης ἐστιν ἡ μαρτυρία αὐτοῦ, αὐτῶν δείκνυσιν τῶν πραγμάτων τὴν φύσιν.