Ancient Greek
636.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 636.3
Unproofread scanNot analysed yet
Τὸ, Πάντα δέδωκεν αὐτῷ ὁ Πατήρ, τὴν τῶν πιστῶν σωτηρίαν λέγει. Τί ἐστι τὸ, "Ἐρχεται πρὸς τὸν Σίμωνα Πέτρον; Ὑπόνοιαν δίδωσιν ὅτι τοῦ προδότου πρώτων ἔνιψε. Τὸ, Σὺ μοι νίπτεις τοὺς πόδας; τοιούτῳ ἐστιν· Σὺ ὁ διὰ τῶν χειρῶν τούτων τυφλοὺς ὀμματώσας καὶ λεπροὺς καθαρίσας. Πῶς οἱ ἕτεροι οὐχ ἀντί- B ἵστανται; Ἐπειδὴ πρώτων ἔνιψε τὸν προδότην, ἐκεῖνος δὲ διὰ πολλὴν ἰταμότητα κατεκλίθη, καὶ τότε πρὸς Πέτρον ἤλθε δεύτερον ὄντα τῇ κατακλίσει, ὅθεν οἱ λοιποὶ ὑπὸ τῆς ἀγανακτήσεως ἐπὶ Πέτρῳ γενομένης παιδευθέντες ἀνέσχοντο.