Ancient Greek
638.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 638.1
Unproofread scanNot analysed yet
σασθαι, οὑπερ οὑ μετέχουσιν ἄγγελοις)· οὕτως ἐκτὸν ἐλάττονα λέγων Πατρός, οὐκ ἔστιν ἐλάττων Πατρός. Ἄλλ' ἐγώ, φησί, κατὰ τὴν θεότητος λόγον, ἐλάττονα λέγων τὸν Υἱὸν τοῦ Πατρός, καὶ τὸ μεῖζον ἀκούων περὶ τοῦ Πατρός, νομῶ καλῶς. Ἄλλ' οὕτω τὸ μεῖζον διαφοράν ἐργάζεται φύσεως. Πᾶν γὰρ τὸ μεῖζον, ὁμογενοῦς μεῖζον ἂν καλοῖτο· ὥστε δι' ὧν μεῖζονα λέγεις, διὰ τούτων ὁμοούσιον λέγεις. Τὸ γὰρ μεῖζον καὶ ἔλαττον, ἐπὶ τῆς μιᾶς οὐσίας παρεῖληπται. Καὶ ἕνα τῶν ἔξω περὶ τούτων καταλιπὼν τοὺς ὅρους, ἐκ τῆς θείας Γραφῆς μάθανε τοῦτο. Μεῖζων, φησίν, ὁ προφητεύων ἢ ὁ λαλῶν γλῶσση· οὑ μιά; ὑπῆρχον οὐσίας; καὶ οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μεῖζων Ἰωάννου τοῦ Βαπτιστοῦ; Τί οὖν; ἑτεροούσιος Ἰωάννης τῶν ἐν γενητοῖς γυναικῶν; Καὶ ὁ μακάριος Ἰακώβ, καὶ οὕτως ὑψωθήσεται, ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος, μεῖζων αὐτοῦ ἔσται. Ὦστε εἰ καὶ τῷ τῆς θεότητος λόγῳ τὸ μεῖζον ἐκλάβοις, ὁ τῆς ἑτεροουσίας σου μᾶλλον διαλύεται λόγος· τοῦ δὲ ἑτεροουσίας λυθέντος, καὶ τὰ τῆς σῆς ὀρθοδοξίας ἐκλύεται· καὶ σφίγγων τὸ μεῖζον, ἐμοὶ τὸ ὁμοούσιον σφίγγεις· τὸ δὲ ὁμοούσιον σφίγγων, διαλύεις τὸ μεῖζον. Οὐκ ἔχει γὰρ οὐσίας μέτρα Θεός· οὑ δέχεται τὸ μεῖζον καὶ ἥττον ἡ ἀπερίγραφος φύσις. Τί γὰρ μεῖζον Πατὴρ Υἱοῦ; Πῶς; χρόνῳ; ἀλλ' ἀχρονος ὁ Πατὴρ· ἀλλ' ἀπερίγραφος οὖτος. Σταθμῷ; καὶ τί τὸ τὴν οὐσίαν ἐκείνην σταθμίζον; Ἄξια; ἀλλ' ἐν ἀξίωμα Πατρός καὶ Υἱοῦ. Τὰ γὰρ ἐμὰ, φησί, Πάτερ, πάντα σά ἐστι, καὶ τὰ σά ἐμά· καὶ, Ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Θεός, ὦ Ἄρειε, τὸ μᾶλλον καὶ ἥττον οὐκ ἔχει· τὸ μεῖζον καὶ τὸ μικρόν ἐπ' αὐτοῦ περιττόν. Ἀπαραβλητος ἡ φύσις ἐκείνη, ἀσύγκριτον τῆς οὐσίας ἐκείνης τὸ μέγεθος. Ἄν κατὰ σύγκρισιν ἐπινοήσης τὸ μεῖζον, τῇ συγκρίσει τὴν οὐσίαν ἐλαττώσεις· καὶ τὸ μεῖζον ἐπὶ Θεοῦ, εἰ μὴ συγκαταβάσει πρὸς τὴν ὁρωμένην ἀποληφθὲν φύσιν, τὴν οὐσίαν τὴν θείαν σμικρύνει. Τὰ γὰρ ἀσύγκριτα κατιόντα πρὸς σύγκρισιν ἐλάττοιν τὴν οἰκείαν οὐσίαν, οὑ δοξάζειν ἐπίσταται.