Ancient Greek
639.13
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 639.13
Unproofread scanNot analysed yet
Ἵνα γινώσκωσι ὅς τὸν μόνον ἀληθινὸν Θεόν. Πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων, οὐχὶ πρὸς αὐγκρισιν τοῦ Υἱοῦ. Τί οὖν, Ὦ Ἄρειε; οὐ λέγων, Ἐγώ εἰμι ἡ ἀλήθεια, τῆς ἀληθείας ἐκπέπτωκεν; Οὐχοῦν εἰ μὴ ἐστι Θεὸς ἀληθινὸς ὁ Υἱός, οὐδὲ Θεὸς ἂν καλοῖτο δικαίως· τὸ γὰρ μὴ ὂν ἀληθῶς, πῶς ἂν κληθεῖν Θεός; Τί οὖν ἐκείνην ποιήσομεν τὴν φωνὴν, τὴν Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος; Ἀκούεις Θεὸν τὸν Λόγον. Καὶ τούτο, φησίν, ἦν Λόγος, ὅπερ ἐκεῖνος ἦν πρὸς ὃν ἦν, τοιούτῳι Θεός. Οὐκοῦν εἰ μὴν οὐκ ἐστι Θεὸς ἀληθινὸς ὁ Υἱός, ἀνάγκη σε τοῦτον ψευδῆ νομίζειν Θεόν · εἰ δὲ ψευδῆ, τοῦτον Θεὸν οὐχ ἂν τολμή-