Ancient Greek
641.2 to 641.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 641.2-7
Unproofread scanNot analysed yet
Τὸ, Νῦν ἐγνώκαν, οὐ δι ἑαυτὸν λέλει, ἀλλὰ διὰ τοὺς μαθητάς. Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ. Τὴν μεγίστην ἰσοτιμίαν δηλοῖ. Τὸ, Τήρησον αὐτούς, Πάτερ, καὶ τὸ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτούς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν λέγεται· ἐνόμιζον γὰρ ὅτι τεθνηκὼς οὐ τηρήσει αὐτούς. Τὸ, Καθὼς οὐκ εἰμὶ ἐγὼ ἐκ τοῦ κόσμου, οὐχ ἔστιν ἀπαλλάκτον ἀκριβέως, ὡπερ τὸ, Καθὼς ἐγὼ καὶ σὺ ἐν ἐσμεν, ἤγγουν ἐκ τῶν τὰ κοσμικὰ φρονούντων. Τί ἐστιν, Ἁγιάσον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου; τούτέστιν, Ἁγίουςποίησον αὐτοὺς διὰ τῆς τοῦ Πνεύματος δόσεως· παιδεύσων διδάξων αὐτοὺς τὴν ἀλήθειαν. Τί ἐστι τὸ, Ὑπὲρ αὐτῶν ἀγιάζω ἑμαυτόν; Τούτέστιν, Προσφέρω σοι θυσίαν ἑμαυτὸν· αἱ γὰρ θυσίαι, ἅγιοι λέγονται· ὡς τὸ, Ἁγιάσεις μοι τὸ πρόβατον, ἐν τῇ Παλαιᾷ.