Ancient Greek
644.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 644.10
Unproofread scanNot analysed yet
Καὶ ἑαυτῷ ὁ Κύριος τὸν σταυρὸν ἐβάσταζεν, καθὰ φησὶ Ἰωάννης· καὶ πάλιν, Σίμων ὁ ἄνθρωπος ἔφερεν αὐτόν, κατὰ τοὺς ἄλλους εὐαγγελιστάς· καὶ γὰρ ἀμφότερα γέγονεν ἐπὶ τοῦτο. Ὡς μὲν οὖν κατὰ τοῦ διαβόλου τρόπαιον ἐβάστασε πρῶτος τὸν σταυρὸν ἑαυτοῦ· καὶ γὰρ οὐκ ἀναγκαζόμενος ἤρχετο εἰς τὸν θάνατον· καὶ πάλιν ἐβάσταζεν αὐτὸν Σίμων ὁ ἄνθρωπος, ἵνα γνωσθῇ πᾶσιν ὅτι οὐ τὸν ἑαυτοῦ, ἀλλὰ τὸν τῶν ἀνθρώπων ἀποθνήσκει θάνατον ὁ Κύριος. Καὶ ἄλλως· Διὰ τί ὁ μὲν Ἰωάν