Ancient Greek
645.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 645.4
Unproofread scanNot analysed yet
Ἀδμ εἰς τὴν παράδεισον ἐξεδύσατο τὰ ἱμάτια· ἔδει γὰρ τοῦτο ποιῆσαι καὶ ἀπεκδυθῆσθαι τοὺς γυμνάσια, οὓς ἔλαβεν ἐκβαλλόμενος ὁ Ἀδὰμ ἐκ τοῦ παραδείσου. Ὁ πάντα γὰρ τὰ ἡμῶν δι’ ἡμᾶς ἀναδέξαμενος, ἐνεδύσατο ταῦτα, ἵνα καὶ ἀπεκλύθηται, καὶ ἀντὶ τούτων ἡμᾶς ἐνδύση ζωὴν καὶ ἀφθαρσίαν. Εἰς τέσσαρα δὲ διαμερίζονται, ἐπειδὴ ἦτο ὑπὲρ τῆς ἁμαρτίας τῆς τετραμεροῦς· οἰκουμένης, ἀνατολῆς καὶ δυσσεως, ἀρκτοῦ καὶ μεσημβρίας· ἑφώρει ταῦτα. Τοῦτον ἐνδύσατο τὸν χιτῶνα, ἵνα πιστεύσωσιν οἱ Ἰουδαῖοι ὅτι οὐκ ἀπὸ γῆς, ἀλλ’ ἄνωθεν ἐρχόμενος ἦν ὁ Λόγος· καὶ ὅτι οὐ μεριστὸς, ἀλλ’ ἀμέριστός· ἔστι τοῦ Πατρός· καὶ ὅτι γενόμενος ἀνθρώπος οὐ βεραμμένον εἶχε τὸ σῶμα ἐξ ἀνδρὸς καὶ γυναικός, ἀλλ’ ἐκ Παρθένου μόνης ὑφαμένον τῇ τοῦ Πνεύματος τέχνη. Ὦθεν τὰ μὲν ἄλλα διαμερίζονται· μεριστὰ γὰρ ἦν· τὸν δὲ χιτῶνα μόνον οὐκ ἠδυνήθησαν σχίσαι, φόβῳ τοῦ δι’ αὐτοῦ γνωριζομένου σημείου· καὶ τοῦτο γὰρ οὐκ αὐτῶν, ἀλλὰ τοῦ χρεωσαμένου Σωτῆρος τὸ ἔργον ἦν· ἵνα τοῦτο μείνη καὶ ὁ κατὰ τῶν Ἰουδαίων ἐλεγχος· ὁ μετ’ οὐ πολὺ γενόμενος· ὅτι τὸ μὲν καταπετάσμα ἐσχίσθη, ὁ δὲ χιτὼν τοῦ σταυρωμένου οὐδὲ ὑπὸ δημίων διηρέθη, ἀλλ’ ἔμεινεν ὁλόκληρος· μένει γὰρ τὸ Εὐαγγέλιον διὰ παντὸς ὁλόκληρον, τῶν σκιῶν διαιρουμένων.