Ancient Greek
646.9 to 647.14
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 646.9-647.14
Unproofread scanNot analysed yet
Ὁμοιον τῶν ἐν γενέσει καὶ φθορᾷ δημιουργὸν νομίζων τὸν Κύριον, εἰς κηπουρὸν αὐτὸν γνωρίζει κατὰ τὴν Μαγδαληνὴν Μαρίαν· διὸ πρὸς ὠφελειαν φεύγει τοῦ τοιούτου τὴν ἄφην ὁ Δεσπότης, μήπω παρ᾽ αὐτῷ δυνηθεὶς ἀναβῆναι πρὸς τὸν Πατέρα, λέγων· Μὴ μου ἅπτου· γινώσκεται γὰρ βλάπτεσθαι τὸν μετὰ τοιαύτης αὐτῷ προσερχόμενον ταπεινοτέρας προσλήψεως. ἀλλως δὲ καὶ τρανὴν καὶ ἡμερον ὁψιν αὐτοῖς ἐπεδείξατο. Ὅτι οἱ περὶ Πέτρον καὶ Ἰωάννην τὴν οἰκείαν τέχνην μετήρεσαν, ἐπεὶ μήτε αὐτὸς Χριστὸς αὐτοῖς συνῆν, μήτε τὸ Πνεῦμα τὸ ἅγιον δοθὲν ἦν Ἐπιστάς δὲ αὐτοὺς κάμνουσι περὶ τὴν ἄγραν λέγει Παιδία, μὴ τι προσφάγιον ἔχετε ; Τοῦτο δὲ λέγει, ὡς μέλλων τι ἀνηύσαθαι παρ᾽ αὐτῶν. Ὅτι τὴν ἀνθρακίαν καὶ τὸ ἐπικείμενον ὀψάριον, καὶ τὸν ἄρτον, οὐχ ἐξ ὑποκειμένης ὕλης εἰργάσατο ὁ Χριστός, ἐπὶ τὸ θαυμαστότερον ἄγων τὰ σημεῖα ἐκλέυσεν δὲ ἐκ τῶν ὀψαρίων ὧν ἐπίασαν ἐνεγκεῖν, δείκνὺς ὅτι τὸ ὀρώμενον οὐκ ἦν φάντασμα καὶ ὅτι μὲν αὐτὸς ἦν, ἤδεσαν, κἂν ἐκὼν ἐπιφέρει τὴν μορφήν ἐφοβοῦντο δὲ ἐρωτῆσαι. Διὰ τί ἐρωτᾷ αὐτοῦ [f. αὐτῶν] τρίτον τὸ, Φιλεῖς με ; Τὸ τρισαδὶ ἐξαιρέφω τῆς ἀρνήσεως, καὶ δείκνὺς ὅσον τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων λέγει γάρ εὐθὺς Βόσκε τὰ ἀρνία μου. Ὅτι ἐπὶ τοῦ σταυροῦ τέλειος ἄνηρ ἦν ὁ Πέτρος. Λέγει γάρ ὁ Χριστός Ὅτε ἦς νεώτερος εἶτα καὶ, Ὅταν γηράσῃς. Τί σημαίνει ἐν τῷ λέγειν Ποιφ θανάτῳ δοξάσεις τὸν Θεόν ; Δείκνυσιν ὅτι τὸ ὑπὲρ Χριστοῦ παθεῖν, δόξα τοῦ πάσχοντος ἐστι καὶ τιμή.