Ancient Greek
648.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 648.1
Unproofread scanNot analysed yet
(1) Μνήσθητι, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔχεον τὸ πλοῦσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ὧν ἡμεῖς οὐκ ἐμνημονεύσαμεν δι᾽ ἀγνοίαν ἢ λήθην ἢ πλῆθος ὀνομάτων, αὐτὸς μνημόνευσον, ὁ Θεός, ὁ εἰδὼς ἕκαστον τὴν ἡλικίαν καὶ τὴν προσηγορίαν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας μητρὸς αὐτοῦ. Σὺ γὰρ εἶ Κύριος· ἡ βοήθεια τῶν ἀβοήθητων, ἡ ἐλπίς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων Σωτήρ, ὁ τῶν πλεόντων λιμήν, ὁ τῶν νοσούντων ἰατρός· αὐτὸς τῇσ πᾶσι τὰ πάντα γενου· ὁ εἰδὼς ἕκαστον καὶ τὸ αἴτημα αὐτοῦ, οἶκον καὶ τὴν χρείαν αὐτοῦ, ῥῦσαι, Κύριε, τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, καὶ ἐμφυλίου πολέμου.