Ancient Greek
649.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 649.6
Unproofread scanNot analysed yet
Μνήσθητι, Κύριε, τῶν εὐσεβεστάτων καὶ πιστοτάτων ἡμῶν βασιλέων, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς · ὅπλῳ ἀληθείας, ὅπλῳ εὐδοκίας στεφάνωσον αὐτούς· ἐπισκίασον ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐν ἡμέρᾳ πολέμου · ἐνίσχυσον αὐτῶν τὸν βραχίονα · ὑψῶσον αὐτῶν τὴν δεξιάν · κράτυνον αὐτῶν τὴν βασιλείαν · ὑπόταξον αὐτοῖς πάντα τὰ βάρβαρα ἔθνη, τὰ τοὺς πολέμους θέλοντα. Χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαιρέτον εἰρήνην · λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου, καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἡρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.