Ancient Greek
654.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 654.7
Unproofread scanNot analysed yet
(8) Εὐχὴ ἣν ποιεῖ ὁ ἱερεὺς καθ’ ἑαυτὸν τοῦ Χερουβικοῦ ἀδόμενου. Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι, μέγα καὶ φοβερόν καὶ αὐταῖς ταῖς ἐπουρανίοις δυνάμεσιν· ἀλλ’ ὅμως διὰ τὴν ἀρατον καὶ ἀμετρόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλολώμως γέγονας ἄνθρωπος, καὶ ἀρχιερεὺς ἡμῶν ἔχομάτισας, καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἀπάντων· σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων· ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφὶμ Κύριος, καὶ Βασιλεὺς τοῦ Ἰσραήλ· ὁ μόνος ἅγιος, καὶ ἐν ἁγίοις ἀναπαυόμενος· σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήθουν, ἐπιβλέψον ἐπ’ ἐμὲ τὸν ἀμαρτωλὸν καὶ ἄχρειον δοῦλόν σου, καὶ καθαρὶσόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἰκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος, ἄνδεδυμένον τὴν σῆς ἱερατείας χάριν, παραστήναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ, καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἀχραντὸν σου σῶμα καὶ τὸ τίμιον αἷμα. Σοὶ γὰρ προσέρχομαι κλῖνας τὸν ἔμαντοῦ αὐχένα, καὶ δέομαί σου, μὴ ἀποστρέφῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, μηδ’ ἀποδοκιμάσῃς με ἐν παθὼν σου· ἀλλ’ ἀξίωσον προσενεγκεῖν μοι ἀπ’ ἐμοῦ τοῦ ἀμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα· σὺ γὰρ ἐφ’ ὃ προσφέρωμεν καὶ ὃ προσφερόμεν ἡμῖν, καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτη-