Ancient Greek
67.2 to 67.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 67.2-5
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΡΚΖ'. —Πόσαι ἑορταὶ παρὰ Ἰουδαίοις ἄγονται. Νόμιμοι μὲν αἱ τρεῖς, ἐν αἷς καὶ τρίς τοῦ ἐνιαυτοῦ εἰς τὴν Ἱερουσαλὴμ ἀνίσταν. Πρώτην τὴν τοῦ Φασέχ, ἥ ἐστιν ὑπέρθασις, ἐν ᾧ τὸ ἀζύμον ἡῦτον, διαβα-τήριον καλουμένη, ἐν τεσσαρεσκαίδεκάτῃ τοῦ πρώ-του μηνὸς ἐπιτελουμένη. Δευτέραν, τὴν Πεντηκοστήν, μετὰ ν' ἡμέρας τοῦ Φασέχ ἐπιτελουμένη, ἐν ᾧ τὰ πρωτογεννήματα προσήγον, ἐπαίτηρ καὶ αἱ δῖπυχοι πλάκες τῆς νο-μοθεσίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τῷ Μωσῇ ἐν τῷ Σινᾷ ὁρσε ἐπεδόθησαν. Τρίτην, ἐν τῷ ἑβδόμῳ μηνί, τὴν τῶν Σκηνοπη-γίων· ἐν φ μηνί, νεομηνία μὲν τοῦ μηνὸς σαλπίζειν ἐν κερατίνοις ἐπετάττοντο σάλπιγγι, τῇ δὲ δεκάτῃ νηστεῖαν μετὰ κακουργίας ἄγειν. Ἀπὸ δὲ πεντεκαι-δεκάτης ἕως ἡμερῶν ἑπτὰ σκηνοποιεῖσθαι. Αὗται μὲν οὖν αἱ νόμιμοι τρεῖς ἑορταί.