Ancient Greek
673.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 673.1
Unproofread scanNot analysed yet
κνύουσαν· τὰ δὲ τῶν Σκυθῶν συγχύουσαν μηχανήματα, καὶ τὴν δύναμιν αὐτῶν σφάλλουσαν, καὶ τὴν ἐμπειρίαν τὴν ἐν πολέμῳ. Ἐπὶ τούτοις, κοινῇ γνώμῃ τοῦ πατριάρχου καὶ τοῦ λαοῦ, πέμπονται τινες ἐκ τῆς πόλεως μετὰ δώρων, εἰρηνικὰ τε λαλῆσαι τοῖς Σκύθαις, καὶ πρὸς εἰρήνην αὐτοὺς ἐκκαλέσασθαι. Ἄλλ’ ὁ θῆρ μᾶλλον ἢ ἄνθρωπος· οὐ μόνον οὐ δέχεται τὴν εἰρηνικὴν πρόσκλησιν, ἀλλὰ καὶ τὰ ἐπιφερόμενα δῶρα λαβὼν, ἀπράκτους ἀποπέμπει, τοῦτο μόνον αὐτοῖς ἐπειπών· Μὴ ἀπατᾶσθε ἐπὶ τῷ Θεῷ, φ’ πιστεύετε· πάντων γὰρ ἀθριον τὴν πόλιν ὑμῶν λήψομαι, καὶ ταύτην ἔρημον θήσω· χάριν δὲ συμπαθείας, ἀδελίας διδωμι γυμνοὺς ἐξελθόντας, ὅπου βούλεσθὲ ἀπελθεῖν. Τὸ λοιπὸν, πορεύεσθε, ἕτερον φιλάνθρωπον παρ’ ἐμοῦ μηδὲν ἀναμείνοντες.