Ancient Greek
679.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 679.2
Unproofread scanNot analysed yet
Ἄλλ' ἐνταῦθα γενόμενοι, καὶ τὰ ἰστία τοῦ λόγου χαλάσαντες, εἰς τὸν ἀσφαλῆ τῆς σωτῆρας ὠρμήσωμεν λιμένα· ἐκεῖνο πάλιν τοὺς συνειλεγμένους ἀναμνήσαντες, μὴ ἀγνώμονας φαίνεσθαι περὶ τὴν εὐεργέτιν καὶ Δέσποιναν· μηδὲ διὰ τῶν ἔργων εὐεργετουμένους, ὀκνεῖν τὴν διὰ τῶν λόγων εὐχαριστίαν προσφέρειν· καὶ γὰρ πάλιν, εἰς ἡμᾶς τὸ κέρδος· ἐπάνεισιν. Ἐὰν γὰρ ἐπὶ τοῖς φθάσασιν εὐχάριστοι γενώμεθα, μεγάλην ἑαυτοῖς πρὸς τὰ μέλλοντα εὐτρεπίσωμεν παρρησίαν, καὶ τῶν ἀπορρήτων ἀγαθῶν ἐπιτύχωμεν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.