Ancient Greek
68.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 68.6
Unproofread scanNot analysed yet
Νόμμον μὲν οὖν νηστεῖαι, τὴν ἐν τῷ ἐβδόμῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, νηστεῖεν παρελήφασιν. Εἰσὶ δὲ καὶ ἄλλαι δ' αὗται παρελημμέναι νηστεῖαι, καὶ παρὰ τῷ προφήτῃ Ζαχαρία μνημονευόμεναι, περὶ ὧν φησι· Νηστεία ἡ τετάρτου, καὶ νηστεία ἡ πέμπτου, καὶ νηστεία ἡ ἐβδόμου, καὶ νηστεία ἡ δεκάτου ἔσται τῷ οἴκῃ Ἰουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθὰς. Καὶ ἡ μὲν τοῦ τετάρτου μηνὸς νηστεία, ἐστιν ἐν ᾧ μηνὶ ἡ πόλις ὑπὸ τοῦ Ναβουχοδονοσὸρ ἐρράγη. Ἡ δὲ τοῦ πέμπτου, ἐν ᾧ ἐνεπρήσθη ὁ ναὸς. Ἐβδόμου δὲ, ἐν ᾧ Γοδολίας ἀνῃρέθη ὑπὸ Ἰσραήλου. Καὶ δεκάτου, καθ' ὃν μῆνα τοῖς οὖσιν ἐν Βαβυλῶνι ἀνηγγέλη τὰ γενόμενα ἐν Ἰερουσαλὴμ ἀπαντα κακά.