Ancient Greek
686.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 686.5
Unproofread scanNot analysed yet
χε'. Ὅτι οὐ δεῖ κακοποιεῖν, ἢ μισεῖν οἱονδήποτε ἄνθρωπον, εἴτε ἀσεβῆ, ἢ αἱρετικόν, ἢ Ἕλληνα, ἢ ὅλως ἁμαρτωλόν, ὅταν ἀγῃ καιρός, καὶ οὐκ ἔχωμεν τι ἐξ αὐτῶν βλάβος. Ἐν τούτῳ γὰρ μιμούμεθα τὸν Θεόν· ὅταν δὲ ψυχικὸν ἔχωμεν βλάβος, ἢ ἐκ τῆς ἀσθενείας ἡμῶν, ἢ ἄλλως πως, τότε κατὰ ἀνάγκην φύγομεν ἀπ' αὐτῶν, οὐχ ὡς μισοῦντες ἀνθρώπους, ἀλλὰ τὴν λύμην ὑφορῶμενοι, ἵνα μὴ ἡ αὐτῶν φιλία ἀφορμὴ γένηται παρανομίας ἡμῖν κατὰ τὸν παλαιὰν Ἰσραήλ, καὶ οἱ θέλοντες προσφάσει θεοσεβείας διεκδικεῖν τὸν Θεόν, οἰκεία πάθη πληροῦσι· καὶ ὅτι τὸ στενάζειν ὑπὲρ αἱρετικῶν, καὶ εὐεργετεῖν αὐτούς, τοῦτό ἐστιν διόρθωσις ἀληθής.