Ancient Greek
686.7 to 687.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 686.7-687.3
Unproofread scanNot analysed yet
χζ'. Ὅπως χρῆ τὴν ἐλεημοσύνην ποιεῖν, καὶ μὴ σαλπιζεῖν, ὥσπερ οἱ ὑποκριταὶ· καὶ ὅτι κρεῖττόν ἐστιν ἀγαθοποιεῖν τινα, χἂν μήπω τέλειος ἦ · ἀλλ’ ἐστιν ὑπὸ κενδοξίας ἕλκεσθαι, ἢ ἀμελεῖν τῆς ἑαυτοῦ σωτηρίας, καὶ μᾶλλον ὅταν καὶ ἑτέροις ἡ ὠφέλεια χρησιμεύῃ. κη’. Περὶ προσευχῆς, καὶ πῶς χρῆ εὐχεσθαι · καὶ ὅτι τῷ νήφοντι δυνατόν ἐστιν ἐν παντὶ τόπῳ καὶ ἐν παντὶ ἔργῳ πάντοτε ἀδιαλείπτως προσεύχεσθαι · καὶ ὅτι τὸν κακῶς πράττοντα, καὶ πατέρα καλοῦντα τὸν Θεὸν ἐν τῇ εὐχῇ, ὁ καταχθόνιος ὁ τῶν κακῶν δημιουργὸς υἱὸν κέκτηται, καὶ πατὴρ ἐκείνου ἐστίν. χθ’. Τύπος προσευχῆς, καὶ διαγωγὴ ἀναχωρητῶν · καὶ ὅτι ἀνάρμοστα τούτοις τὰ ἐν ταῖς ἐκκλησίαις ψαλλόμενα, εἰτε ἦχοι, εἰτε τροπάρια · καὶ ὅτι ὁ δίχα χειροτονίας τοῖς τοιούτοις ἐγχειρῶν, ὑπόκειται τῷ ἐγκλήματι.