Ancient Greek
687.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 687.5
Unproofread scanNot analysed yet
λα’. Περὶ τῶν μετὰ εὐχῆς ἐν ὀδῷ ὁδευόντων, ἢ ἐτέρῳ οἱδήποτε πειρασμῷ περιπιπτόντων · καὶ ὅτι οὐ δεῖ μόνη τῇ εὐχῇ θαρρεῖν, καὶ καταφρονητικῶς διακεῖσθαι, χἂν ἅγιος ἦ, ὁ ὑπὲρ αὐτοῦ εὐχόμενος, ἀλλὰ καὶ τὴν περ’ ἑαυτοῦ πᾶσαν σπουδὴν εἰσφέρειν · καὶ ὅτι χρῆ τὸν πειρασμὸν φεύγειν, ὅταν κίνδυνος ψυχικὸς ἐξ αὐτοῦ προσδοχᾶται, καὶ οὐ μὴ οὕτως ποιῶν ὑπόκειται τῷ ἐγκλήματι · καὶ ὅτι ἐλπὶς ματαία ἐστιν, ὅταν μὴ προσγιγνώσκομεθα ἐπὶ τῷ ἔργῳ τοῦ Θεοῦ · καὶ περὶ διαφορᾶς μαρτύρων, καὶ ὁμολογητῶν · καὶ ὅτι χἂν ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ, κατὰ τὸν Θεὸν δηλονότι Ἀπόστολον · καὶ ὅτι οἱ φυλάσσοντες ἀπὶρ ὡμολόγησαν, ἢ ἐν τῷ θείῳ βαπτίσματι, ἢ ἐν τῇ μοναδικῇ πολιτείᾳ, ὁμολογηταὶ καλοῦνται.