Ancient Greek
689.1.1 to 689.1.17
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 689.1.1-17
Unproofread scanNot analysed yet
διδόντων · καὶ ὅτι οὐκ ἔξεστιν ὅλως τοῖς μοναχοῖς, ἢ τοῖς κατὰ κόσμον κληροῖς σχολάζειν ὅλως τοῖς τοῦ κήριμου πράγμασιν ἢ πατχεῦειν κτήματα · καὶ ὅτι οἱ θεῖοι κανόνες ἐπιτιμῶσι τοῖς φρονι:σταῖς τῶν τοιούτων, ἐπιμένοντας δὲ τῇ ἀπασίᾳ καθαίρουσιν. λζ'. \"Ὅτι οὐ δεῖ κατηγορεῖν τινων, ἐνῆκον τῆς ἀναγκαιᾶς πρὸς τὸ ζῆν χρείας, καὶ πρὸς τοὺς λέγοντας, ὅτι καὶ αὐτοὶ οἱ διδάσκαλοι παραβαίνουσι τὰς ἐντολὰς τοῦ Θεοῦ διὰ τὸ ἔχειν αὐτοὺς μετὰ πάσης ἀκριβείας τὰ χρεῖώδη τοῦ σώματος · καὶ τί τὸ πρέπον ἐνδύμα Χριστιανοῖς · καὶ περὶ διαίτης, καὶ φορεσίας τῶν πρεσβύτων μοναχῶν, καὶ ἡγουμένων ἱερεῦσι τε καὶ ἀρχιερεῦσι · καὶ ὅτι οὐ χρή τοὺς τοιούτους ἱματίοις ἐξαλλάσσεσθαι, καὶ ἄλλα μὲν ἔχειν πρὸς ἔνδειαν ἀπαντῆσαι, ἄλλα δὲ οἴκοι καθιζομένους, ἄλλα κοινῇ, καὶ εὐξέλει στολῇ πάντη κεχρῆσθαι, καὶ μήτε ἐσχηματισμένη, μήτε παρὰ τὴν ἀναγκαίαν χρείαν πολυλίμν παρεκτὸς τῆς ἱερατικῆς καὶ ὅτι τοιαύτας τροφὰς, καὶ ἐνδύματα χρή ἔχειν τὸν Χριστιανὸν οἷα κατὰ τὸν τόπον, ἐν ᾧ παροικεῖ τὸ κοινὸν τοῦ λαοῦ, καὶ οἱ πτωχοὶ πάντες· κατὰ τὸ ἐκάστου ἐπάγγελμα, ἐσθίουσι τε καὶ ἐνδύονται, καθὼς καὶ ἡ ἀναδρόμησις τοῦ Κυρίου ἡμᾶς ἐδίδαξεν. λη'. Περί πλοῦτου, καὶ πενίας, καὶ πῶς δὴ γνωρίσομεν τὰ τοιαῦτα, εἰ ἐκ Θεοῦ εἰσιν, ἢ ἐξ ἐνεργείας τοῦ ἀντικειμένου · καὶ ὅτι ο ἔξ ἀδίκιας πλοῦτος οὐκ ἔστιν ἐκ Θεοῦ, καὶ ταῦτα μὲν τοῖς κατὰ κόσμον γνωρίζονται · τοῖς δὲ τὸν μοναχικὸν βίον μετιούσιν ἀνδρώσσον ἐστιν ἐκ τούτων διακρίνεσθαι · τῶν γὰρ τοιούτων ἡ ἐπαγγελία τὴν τελείαν πτωχείαν καὶ ἀκτημοσύνην ἐπαγγέλλεται ἐν πάσαις ταῖς Γραφαῖς. λθ'. Περί τοῦ μὴ ἀκριτῶς κρίνειν τὸν πλησίον, καθἄπερ οἱ ὑποκριταί, φαρσαῖοι, καὶ γραμματεῖς. Καὶ γὰρ μεστοὶ τῶν κακῶν ὄντες ἐκεῖνοι, ἐπ' ἐλαχίστους ἦσαν σφοδροὶ ἐξεστασαὶ κατὰ τῶν ἑτέρων, ἀλλ' ὅτε τὶς καθαρεύει τῶν κακῶν, τότε δεῖ κρίνειν τοὺς ὑπ' αὐτὸν μέντοι, οὐ μὴν τοὺς ἔξωθεν ·