Ancient Greek
70.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 70.4
Unproofread scanNot analysed yet
Ὁμοῦ δὲ τῶν βασιλέων τὰς πράξεις, καὶ τὰ τέλη, Ἔσδρας ὁ σοφὸς ἐν τῇ ἐπανόδῳ γεγύμενος τοῦ λαοῦ, τῇ ἀπὸ τῆς αἰχμαλωσίας, ἀπομνημονεύσας ἔπασαν τὴν βίβλον τῶν Βασιλειῶν, τῶν τε εὐσεβῶς βιωσάντων τὰς πράξεις. Μετὰ δὲ ταῦτα ἐπιγνοὺς τίνα ἐστὶ τὰ παραλειφθέντα αὐτῷ ἐν τῇ Βασιλειῶν βίβλῳ, ἰδίᾳ ταῦτα πάλιν ἀνεῖνυχας ἐξέθετο, ἐπειδὴ ἡ προτέρα βίβλος ἡ ἐκδοθεῖσα, παρὰ πολλῶν ἐξελλείπετο. Ἡντίνα βίβλον ἐν δυοῖ τόμοις ἐγγραφεῖσαν, Ἰουδαῖοι μὲν, Λόγοι ἡμερῶν, ἡ δὲ Ἐκκλησία Πα-ραλειπομένων βίβλον ἐπέγραψεν.