Ancient Greek
81.11 to 81.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 81.11-9
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΡΜΑ'. —Ποῖαι αἱρέσεις παρὰ Ἰουδαίοις γεγόνασιν. Φαρισαῖοι, ἐρμηνευόμενοι κεχωρισμένοι ἢ ἀρωρισμένοι. Περί τὰ φυλακτήρια, καὶ καθαρμοὺς σωματικούς, καὶ βαπτισμοὺς ξεντῶν καὶ πινάκων ἱσχυλιμένοι. β'. Σαδδουκαῖοι, ἐρμηνευόμενοι δίκαιοι, νεκρῶν ἀναστάσιν ἀρνοῦνται, ἀγγέλους εἶναι οὐ λέγουσιν, οὐδὲ Πνεῦμα ἅγιον, οὐ πνεῦμα ἅγιον, ἢ ὅλως ἄνθρώπων, μετὰ τὴν ἀπὸ τοῦ σώματος ἔξοδον, οὐ κρῖσιν τῶν πεπραγμένων ἀνθρώπων. γ'. Ἑσσηνοί, ἀκριβεῖς περὶ τὰ νόμιμα, γάμου νε'. Μαρκελλανοί. Μαρκελλῖος τις ἐν Ἀγχύρᾳ γεγὼνὲ τὴν Σαβελλίου δόξαν φρονῶν, ἀνυπόστατον τὸν τοῦ Θεοῦ Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα νομίσας. νζ'. Ἀρειανοί. Ἀρείος τις γέγονεν ἐν Ἀλεξανδρείᾳ, τὸν Υἱὸν τοῦ Θεοῦ κτιστὸν καὶ ἐξ οὐκ ὄντων γεγονέναι δοξάσας. νζ'. Ἡμάρειοι. Ἐξ Ἀρειανῶν οὗτοι ἀπέχρισαν, ὁμοούσιον τῷ Θεῷ φάσκοντες τὸν Υἱόν, τῶν Ἀρειανων μόνον τὸ ὁμοιον εἶναι λεγόντων. νη'. Φωτεινιανοί. Φωτεινὸς τις γέγονεν ἐν τῇ Σαρμίῃ. Τὰ Παύλου τοῦ Σαμοσατεύς δοξάζει, ἀνθρωπὸν Θεοφόρον λέγων εἶναι τὸν Χριστόν. νθ'. Ἀετιανοί. Ἀέτιος τις Κίλιξ τὸ γένος, τῶν Ἀρειανῶν χωρισθεὶς ὁμοιον λεγόντων τῷ Πατρὶ τὸν Υἱόν, ἀνὸμοιον αὐτῷ εἶναι εἶπε. Εὐνόμιος δὲ προσέστη μετ' αὐτοῦ ταύτης τῆς αἱρέσεως, ὅθεν καὶ Εὐνομιανοί οἱ Ἀνομίται κέκληνται. ξ'. Ἀεριανοί. Ἀέριός τις γέγονε Ποντικὸς, τῆς Ἀρειανῆς αἱρέσεως ὢν, ἀνέδρασε δὲ αὐτοῖς, καὶ ἐχωρίσθη ἀπ' αὐτῶν διὰ τοιαῦτα· ἐπίσκοπον μηδὲν διαφέρειν πρεσβυτέρου λέγων. Τετράδας καὶ παρασκευὰς μὴ προτιμᾶν τῶν ἐν ἄλλαις ἡμέραις νηστειῶν, τινὰ σκηνὴν (83) ὑπερεῖδε. ξα'. Μακεδονιανοί. Μακεδονιός τις ἐν Κωνσταντινουπόλει γίνεται, τὸ Πνεῦμα τὸ ἅγιον ἀθετῶν τῆς τοῦ Θεοῦ Πατρὸς καὶ Υἱοῦ οὐσίας. Διὸ καὶ Πνευματομάχος κέκληται οἱ κοινωνοὶ αὐτοῦ. ξβ'. Ἀνθρωπομορφῖται. Οὗτοι εἰς τὴν Ἐλευθεροπόλειως ἀναπεφήνασι χώραν, ἐν ᾗ ἐστιν. . . . . . . . . σωματικὴν χαρακτήρα καὶ μορφὴν ἀνθρωπίνην τὸν Θεὸν ἔχειν κατὰ τὴν ὑπαρξιν αὐτοῦ τὴν ἀτίσιον λογιζόμενοι, ὡς καὶ Ἰουδαίων οἱ τῶν Γραφῶν ἀμύητοι νενοήχασιν.