Ancient Greek
86.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 86.6
Unproofread scanNot analysed yet
Δαβὶδ Χριστὸν αὐτὸν προεῖπεν ἐν δευτέρῳ ψαλμῷ · ἐν δὲ ιε', 'Ὅσιον· ἐν κγ', Κύριον τῶν δυνάμεων, καὶ βασιλέα τῆς δόξης · ἐν δὲ λγ', Λόγον Θεοῦ τοὺς οὐρανοὺς στερεώσαντα · ἐν μβ', Θεὸν χρισμένον δι' ἀγάπην δικαιοσύνης καὶ ἀνομίας μῖσος · ἐν μγ', ἀνθρώπον λυτρωτήν, ἀλλ' οὐχ ἀδελφὸν ἀνθρώπων· ἐν δὲ εξ' 'Ὀδοποιήσατε, φησὶ, τῷ ἐπιβησομένῳ τῷν οὐρανῶν τοῦν οὐρανῶν κατὰ ἀνατολῶν· Κύριος ὄνομα αὐτῷ. 'Ὁπερ ὁ 'Ακυλας ἐξέδωκε διὰ τοῦ, 'Καὶ ἡ ὀνομασία αὐτοῦ. 'Ἐν δὲ οα', τὴν βασιλείαν αὐτοῦ, καὶ τὴν δικαίαν κρίσιν ἐμφανείσεσθαι προφητεύσων, Σαλωμῶνα αὐτὸν κεκλῆσθαι ἐπῆρξατο. Φῶς δὲ καὶ ἀλήθειαν ἀλλαχοῦ τὲ φησιν: 'Ἐξαπόστατε, τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου· καὶ ἐν ἄλλῳ, λίθον ἀποδεδοκιμασμένον, καὶ τοῦτον γενόμενον εἰς κεφαλὴν γωννίας· καὶ σοφίαν Θεοῦ προεῖπεν αὐτὸν, Πάντα, λέγων, ἐν σοφίᾳ ἐποίησας.