Ancient Greek
90.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 90.2
Unproofread scanNot analysed yet
Οἱ τοῦ Ἰωσήφ ἀδελφοὶ πεπραχότες αὐτόν, καὶ διατρεφέντες ὑπ' αὐτοῦ. Δαβὶδ ταπεινώσας ἑαυτὸν ἐπὶ τῇ πλημμελείᾳ, καὶ ἐκτενῶς ἐξομολογούμενος. Σαλωμὼν ναοὺς τοῖς τῶν ἑθνῶν εἰδώλοις δεῖξας, καὶ διὰ τὸν πατέρα μὴ τιμωρηθεὶς. Μανασσης ἐν αἰχμαλωσίᾳ ἀπαγὼν, καὶ ἐπὶ Θεὸν ἐπιστραφεὶς, καὶ διὰ τοῦτο ἐπαναχθεὶς. Ἰωακεὶμ λυθεὶς ἀπὸ τῶν δεσμῶν, καὶ τιμώμενος βασιλικῇ τιμῇ ὑπὸ τὸν Βαβυλωνίου. Ὁ ληστὴς ἐπὶ τοῦ σταυροῦ Χριστὸν ὁμολογήσας, καὶ τὴν εἰς παράδεισον ὁδὸν εὑράμενος. Ὁ ἀπόστολος Παῦλος διώκων τὴν Ἐκκλησίαν, καὶ κήρυξ ἡς ἐπολέμει Χριστοῦ πίστεως ἀποσταλμένος. Ἡ Ἐκκλησία ἡ ἐξ ἑθνῶν, ἐπὶ ταῖς τοσαύταις πλημμελείαις ἐλεουμένη, καὶ διὰ πίστεως Χριστοῦ τῆς τελείας δικαίωσεως ἀξιουμένη.