Ancient Greek
119
Joel, Chronographia Compendiaria 119
Unproofread scanNot analysed yet
Ἰστέον ὅτι ὁ μὲν Ἀδὰμ ἐπέθηκεν ὀνόματα τοῖς σαισὶν αὐτοῦ καὶ πᾶσι τοῖς ζώοις χερσαίοις τε καὶ θαλαττίοις, τὸ δὲ αὐτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος Κυρίου εἶπεν αὐτοῖς. Καὶ ὁ μὲν Κάῖν ἔλαβε γυναῖκα τὴν πρώτην αὐτοῦ ἀδελφήν Ἀζούραν, ὁ δὲ Σὴθ τὴν δευτέραν Ἀσουὰμ, ὁ δὲ Ἄβελ παρθένος καὶ δίκαιος ὑπῆρχεν. Ὁ δὲ Κάϊν, τῆς οἰκίας αὐτῷ πεσούσης, ἀπέθανεν. Ὁ δὲ Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τάς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνων. Καὶ τὸν μὲν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν δὲ