Ancient Greek
123
Joel, Chronographia Compendiaria 123
Unproofread scanNot analysed yet
Ἀνώβ καταλείψαντες τὰ τῆς πρωτοτοκίας γέρα, Μετὰ δὲ ταῦτα ὑπὸ Ἀμαλὴκ τοῦ υἱοῦ αὐτοῦ παροξυνθεὶς Ἡσαῦ κατὰ τοῦ Ἰακώβ, καὶ συναγαγὼν ἔθνη ὥρμησε κατ´ αὐτοῦ, ὥς φησιν Ἰώσηπος. Ὁ δὲ, τὰς πύλας ἀποκλείσας τῆς πόλεως εἰς ἡν κατέφυγεν, ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι· τῶν γονικῶν ἐντολῶν. Τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ μᾶλλον καὶ ὑβρίζοντος καὶ ἐξολοθρεύειν αὐτὸν ἀπειλοῦντος, ἐντείνας τὸ τόξον ὁ Ἰακώβ καὶ κ τὰ τοῦ δεξιοῦ μαζοῦ πλήξας κατέβαλε τὸν Ἡσαῦ. Καὶ οὕτως ἐπληρώθη; ἡ τοῦ Ἰσαὰκ πρόῤῥησις λέγουσα πρὸς Ἡσαῦ· Ἐὰν καθέλῃς τ ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου, πλὴμμελήσεις πλημμέλειαν θανάτου. Λευΐ δὲ ἐγέννησε τὸν Καὰθ, Καὰθ δὲ ἐγέννησε τὸν Ἀβραὰμ, Ἀβραὰμ δὲ ἐγέννησε τὸν Ἀαρὼν καὶ τὸν Μωσῆν. Ἐν δὲ τῷ πʹ ἔτει τοῦ Μωσέως ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐπιφερόμενοι καὶ τὰ ὀστᾶ Ἰωσήφ. Ἐποίησαν δὲ ἐν τῇ ἐρήμῳ ἔτη μʹ ΛΙετὰ Μωσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς τοῦ Ναυῆ, καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ ἀπέθανε, ζήσας ἔτη ριʹ. Μετὰ δὲ Ἰησοῦν διὰ τῶν κριτῶν ἔσωζεν ὁ Θεὸς τὸν λαόν. Καὶ πρῶτον Ἰούδας ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρωσάμενος καὶ τὸν Ἀδωνιβεζὲκ βασιλεία τῶν ἀλλοφύλων, καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας· ὃς καὶ εἰπεν· Οἱ βασλλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. Καθὸ οὐν ἐποίησα, οὕτως καὶ ἀπέλαβον παλὰ Θεοῦ. Μετὰ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη νʹ, μετὰ δὲ Γοθονιὴλ Αὐὼδ ἔτη πʹ, μετὰ δὲ Αὐὼδ Σαγαμὰρ ἔτη ζʹ, μετὰ δὲ Σαγαμὰρ Βαρὰκ, μεθ´ οὗ καὶ Δεβόρρα ἡ προφῆτις, ἥτις καὶ τὸν Σίσαοα Ἰαὴλ ἀπέκτεινεν ἐν πασσάλῳ, γυνὴ Χάμερ τοῦ Κεναίου. Ἐφ´ οὐ Προμηθεὺς καὶ Ὁρφεὺς ὁ Θρᾷξ οἱ παρ´ Ἕλλησι σοφώτατοι, καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς, καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων ἐγνωρίζοντο. Μετὰ Βαρὰκ Γεδεὼν ἔτη μʹ, ὁ πατάξας τὸν Μαδιὰμ μετὰ τῶν τ´ τῶν λαμψάντων ἐν τῷ πίνειν, καὶ τὸν Ὡρὴβ καὶ Χὴβ καὶ Ζεβεὲ καὶ Σαλμανᾶν τοὺς ἄρχοντας αὐτων. Μετὰ δὲ Γεδεὼν Ἀβιμέλεχ ὁ υἱὸς αὐτοῦ ἔτη γ. πατάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οʹ ἄνδρας ἐπλ λίθῳ ἐνί· διὸ καὶ ἀπώλετο ὕστερον ὑπὸ γυναικὸς ἀπὸ πύργου διὰ βολῆς λίθου συντριώάσῃὲ αὐτοῦ κρανίον. Ὃς καὶ εἶπε πρὸς τὸν αἴροντα τὰ σκεύ; αὐτοῦ· Σπάσαι τὴν ῥομφαίαν σου, καὶ θακάτωσόν με, μή ποτε εἴπωσιν ὅτι γυνὴ αὐτὸν ἀπέκτεινεν. Καὶ οὕτως ἀνεῖλεν αὐτὸν τὸ παιδίον. Μετὰ δὲ Ἀβιμέλεχ ἔκρινε Θολὰ ἔτη κγʹ, μετά δὲ Θολὰ Ἰεφθάε ἔτη ϛʹ, μετὰ δὲ Ἰεφθάε Ἀβεσὰ ἔτη ζʹ. μετὰ δὲ Ἀβεσὰ ἑλὼν ἔτη ἵ, μετὰ δὲ Ἐλὼμ Σαμψών ἔτη κʹ, ἐφ´ οὖ καὶ Ἡρακλῆς ὁ παρ´ Ἔλλησι διαβόητος ἐγνωρίζετο.