Ancient Greek
124.18 to 124.31
Joel, Chronographia Compendiaria 124.18-31
Unproofread scanNot analysed yet
Καὶ ἔδωκεν αὐτῷ τὸ παράδειγμα τοῦ ναοῦ παντὸς ἐν γραφῇ, λέγων· ἴσχυε καὶ ἀνδρίζου, ἑτι Κύριος ὁ Θεός μου μετὰ σοῦ. Καὶ μετὰ ταῦτα ἐτελεύτησεν ἐν γήρᾳ καλῷ πλούτῳ τε καὶ δόξῃ καὶ εὐσεβείᾳ ἐτῶν οʹ. Ἠν δὲ ἐτῶν λʹ Δαβὶδ ἐν τῷ βασιλεύειν αὐτὸν, ἐβασίλευσε δὲ καὶ ἔτη μʹ. Ἀλλὰ τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη τὸ πρότερον· τὰς γὰρ τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία Μρίτσεις διαφόρους ὡνόμασεν. Τελευτήσας τοίνυν θάπτεται ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος υἱὸς αὐτοῦ δολομῶν, ἐν ᾧ καὶ συγκατώρυξε τῷ πατρὶ πολλὰς μυριάδας ταλάντων χρυσίου, ὥς φησιν Ἰώσηπος. Καὶ δῆλον ἐκ τῶν εἰς ὕστερον γενομένων· ὁ γὰρ θρχερεὺς Ὑρκανὸς, πολιορκουμένης τῆς πόλεως ὑπ´ Ἀντιόχου τοῦ Δημητρίου παιδὸς, ἀνοίξας τὸ Ἅνῆμα τάλαντα γʹ ἐκεῖθεν ἐξεφόρησεν. Τὸ δὲ τάλαντον ἔχει νομίσματα ρκε´ Μεθ´ ὃν Ἡρώδης, γοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε καὶ αὐτὸς τὸν τάφον, καὶ χρήματα μὲν οὐχ εὗρε, κόσμον ἃ καὶ κειμήλια χρύσεα πάμπολλα ἀνείλετο. Πειραθέντος δὲ αὐτοῦ ἐνδοτέρω χωρεῖν, οὗ τὰ σώματα ὁαβίὲ τε καὶ Σολομῶντος ἐτέθη, πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων αὐτοῦ διέφθειρε. ΡἈτηοι. Ω. ΣΧΧΧΙΧ.