Ancient Greek
129
Joel, Chronographia Compendiaria 129
Unproofread scanNot analysed yet
Μετὰ δὲ Σμέρδιον ἐβασίλευς Δαρεῖος Ὑστάσπου ἔτη κʹ. Ἐφ´ οὗ πάλιν Χοροβάβελ καὶ Ἰησοῦς ἐπιτραπέντες ἐτελείωσαν τὴν οἰκοδομὴν τοῦ ναοῦ, ὅτε ὁ Ζοροβάβελ ἐν προβλήματι νικήσας, καὶ ἐπιτραπεὶς αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν ἀφεθῆναι τὴν αἰχμαλωσίαν καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ· ὃ καὶ γέγονε, καὶ τότε πεπλήρωται εἰς τέλος τὰ της αἰχμαλωσίας καὶ τῆς ὀργῆς ἔτη οʹ. Ὁ δέ γε ἀρχιερεὺς καὶ γραμματεὺς Ἕσδρας ἦν διδάσκων τὸν νόμον τοῦ Θεοῦ καὶ διερμηνεύων ὡς εὐφυέστατος πάντων, ὃς καὶ τὰς ἱερὰς βίβλους ἀποκατέστησε διαφθαρείσας ὑπὸ τῶν πολεμίων· οἱ γάρ τοι Χαλδαῖοι μετὰ τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ ἐνέπρησαν πάσας. Διό καὶ ἐνέπνευσεν ὁ Θεὸς τούτῳ ὥστε αὐτὰς ἐκθέσθαι. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσεν Ἀρταβάνης μῆνας ζʹ. Μετὰ δὲ Ἀρταβάνην ἐβασίλευσεν Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μαʹ. Ἐφ´ οὗ Σοφοκλῆς, Ἡράκλειτος καὶ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Ἐμκεδοκλῆς καὶ Διογένης καὶ Ζήνων Φερεκύδης τε καὶ Ἀρίσταρχος καὶ Ἰπποκράτης, Παρμενίδης, Πλάτων καὶ Ἀριστοτέλης καὶ Δημοσθένης καὶ Σωκράτης ἐγνωρίζοντο. Μέσα δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης ἄλλος καὶ οἱ καθεξῆς ἕως Δαρείου, ὃν ἀνεῖλεν Ἀλέξανδρος, οὗ τὴν Περσῶν βασιλείαν καταλύσαντος καὶ πάσης τῆς γῆς κρατήσαντος ἐν Βαβυλῶνί τε τελευτήσαντος διεῖλον τὴν βασιλείαν, ὡς πρόσθεν εἴρηται, οἱ παῖδες αὐτοῦ οὕτως. Τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσεν ὁ Λάγου και οἱ καθεξῆς Πτολεμαῖοι ιγʹ´ ἕως Κλεοπάτρας θυγατρὸς Διονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ, ὅς καὶ πόλεις δύο κτίσας ἐν τοῖς μέρεσι Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ, τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ και τῆς θυγατρὸς Λαοδίκης. Ἐφ οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ πόλει, ἤγουν τῇ ἐκεῖσε νήσῳ, χαλκοῦν ἀνδριάντα τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσὸν, καὶ αὐτοὶ Κολοσσαεῖς ὡνομάσθησαν. Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος υἱὸς αὐτοῦ καὶ ἄλλοι εʹ. Ετα ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανής, υἱὸς Σελεύκου τοῦ θιλοπάτορος, ἐφ´ οὗ γέγονεν ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσαλὴμ καὶ τὰ κατὰ τῶν Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύνθη κατὰ τὴν τοῦ Δανιὴλ πρόῤῥησιν. Ὃς καὶ δι´ ἃ ἔπραξε πολλὰ κακὰ αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης κατέστρεψεν. Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ὸ Κὐπάτωρ. Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ἰούλιος Καῖσαρ ὁ μὴ γεννηθείς· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ ἐννάτῳ μηνὶ, ταύτην ἀνατεμόντες ἐξέβαλον αὐτόν Ὅθεν καὶ Καῖσαρ λέγεται· ἀφ οὐ Καίσαρες οἱ Ῥωμαίων προσηγορεύθησαν βασιλεῖς, ὅ ἐστιν ἀνατομὴ