Ancient Greek
140
Joel, Chronographia Compendiaria 140
Unproofread scanNot analysed yet
Μετα δὲ Ἀναστάσιον ἐβασίλευσεν Ἰουστῖνος ὁ ρχξ ὁ μέγας ἐν βασιλεῦσιν ἐτη θʹ, ἄριστος ἐν πολέμοις καὶ ζηλωτὴς τῆς ὀρθοδόξου πίστεως, ἐφ´ οὗ καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθη, καὶ τὰ κατὰ τῶν Ὁμηριτῶν δι´ Ἐλεσβαᾷ τοῦ βασιλέως τῶν Αἰθιόπων. Τελευτήσας δὲ ὁ βασιλεὺς Ἰουστῖνος κατέλιπε βασιλέα Ἰουστινιανὸν ἀνεψιὸν αὐτοῦ. Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσεν Ἰουστινιανὸς ἀνεψιὸς αὐτοῦ ἔτη λθ, ὅς ἐποίησε τὰς Νεαρὰς διατάξεις. Ἀνεκαίνισε δὲ καὶ τὴν τοῦ Θεοῦ Μεγάλην ἐκκλησίαν εἰς κάλλος καὶ μέγεθος ὑπὲρ τὸ πρότερον, παραδοὺς καὶ τροπάριον ἐν αὐτῇ ψάλλεσθαι· Ὁ μο ογενὴς Υίὸς καὶ Αόγος τοῦ Θεοῦ. Καὶ ἡ Ὑπαπαντὴ ἔλαβεν ἀρχὴν ἑορτάζεσθαι, μὴ συναριθμουμένη πρότερον ταῖς Δεσποτικαῖς ἑορταῖς. Γέγονε δὲ καὶ ἡ πέμπτη σύνοδος τῶν ρξε´ ἁγίων Πατέρων κατὰ Ὡριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δόγματα διαδεξαμένων Διδύμου καὶ Εὐαγρίου καὶ τῶν παρ´ αὐτῶν ἐκτεθέντων κεφαλαίων. Κἰς δὲ τὰ τέλη αὐτοῦ ὁβασιλεὺς κινήσας τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου δόγμα ἀλλότριος τῆς εὐσεβείας ἐτελεύτησε, προβαλλόμενος Ἰουστῖνον ἀνεψιὸν αὐτοῦ εἰς βασιλέα, κουροπαλάτην τότε ὅντα. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσεν Ἰουστῖνος ὁ ινεψιὸς αὐτοῦ ἔτη ιγʹ,. μεγαλοδωρότατός τε ὢν καὶ φιλοκτίστης. Ἔκτισε παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν τῇ πόλει. Καὶ τὸ μὲν ἐκάλεσε Σοφιανὰς, τὴν δὲ Σοφίαν εἰς ὄνομα τῆς ἑαυτοῦ γυναικός. Ἔκτισε δὲ καὶ τὴν ἐν τῷ ὀρφανοτροφείῳ ἐκκλησίαν τῶν ἀγίων ἀποστόλων Πέτρου καὶ Παύλου. Ετα νόσῳ ληφθείς καὶ μέλλων τελευτᾷν, τόν τε πατριάρχην καὶ τὴν σύγκλητον πᾶσαν προσκαλεσάμενος, Τνβέριον εἰς βασιλέα προεβάλετο. Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσε Τιβέριος ὁ Θψξ ἔτη δ, ὃς, τὴν ἰδίαν γυναῖκα Ἀναστασίαν ἀναγορεύσας, Σοφίαν τὴν τοῦ Ἰουστίνου γυναῖκα εἰς τὸ ἐν τῶ Ἰουλιανοῦ! λιμένι παλάτιον κελεύσας ἀπαχθῆναι, κουβικουλαρίους καὶ ἑτέρους τινὰ, εἶναι εἰς ὑπουργίαν αὐτῆς ἔδωκεν· ἣν καὶ ἐτίμα ἐσα μητρί, τοιῶν πᾶσανθεραπείαν αὐτῆς. Μέλλων δὲ τελευτᾷν Μαυρίκιον τὸν ἐπὶ θυγατρὶ αὐτοῦ γαμβρὸν βασιλέα ἀνηγόρεύσεν. Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Μαυρίκιος Ἀρμένιος καὶ γαμβρὸς αὐτοῦ ἔτη κʹ. Οὗτος γαμβρὸν ἔσχεν ὀνόματι Φιλιππικὸν, ὅς ἔκτισε μονὴν ἐν Χρυσοπόλει ἐπ´ ὀνόματι αὐτοῦ. Ὁ δὲ Μαυρίκιος, τὴν τοῦ Φωκᾶ τυραννίδα μαθὼν καὶ τὴν τοῦ λαοῦ ἐσανάστασιν φεύγων, μεσούσης νυκτὸς τὴν βασιλικὴν ἐσθῆτα ἀποδυσάμενος καὶ ἰδιωτικὴν ἐνδυσάμενος, εἰσῆλθεν εἰς δρόμωνα σὺν τῆ γυναικὶ αὐτοῦ καὶ τοῖς τέκνοις, καὶ μετὰ κινδύνου εἰς τὸν ἅγιον Λὐτόνομον διασωθείς καὶ πρός τι φρούριον ὀχυρὸν σπεύδων καταφυγεῖν οὐκ ἴσχυσεν· αἴφνης γὰρ ἐντίθενται αὐτῷ σφοδρότατοι πόνοι καὶ ἀρθρίτιῦες ποδαλγίας καὶ χειραλγίας, ὥστε κεῖσθαι αὐτὸν ἀμετακίνητον. Ὁ δὲ Φωκᾶς, ὑπὸ τοῦ λαοῦ δεχθείς, εἰσῆλθεν εἰς τὰ βασίλεια.