Ancient Greek
142
Joel, Chronographia Compendiaria 142
Unproofread scanNot analysed yet
αὐτῶ. Ἐν δὲ τῷ ιγʹ ἔτει τῆς αὐτοῦ βασιλείας σύνοδον οἰκουμενικὴν ἐν Κωνσταντινουπόλει συνήθροισε τῶν ρο´ ἁγίων Πατέρων κατὰ Θεοδώρου τῆς Φαρὰν ἐπισκόπου, Ὁνωρίου Ῥώμης καὶ Κύρου Ἀλεξανδρείας, Σεργίου τε καὶ Πύρρου καὶ Παύλου καὶ ΠέΚτρου Κωνσταντινουπόλεως γεγονότων ἐπισκόπων καὶ καθ´ ἑτέρων λεγόντων ἓν θέλημα καὶ μίαν ἐνέργειαν κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἀναθεματίσασα ἐξεφώνησε δύο θελήματα φυσικὰ, ἤγουν θελήσεις, καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐπιδείκνυσθαι. Ὁ δὲ βασιλεὺς, δυσεντερίᾳ ληφθείς, ἀπεβίω. Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Ἰουστινια υἱὸς αὐτοῦ ἔτη υʹ, ὃς τὸν Ἰουστινιανοῦ λεγόμενον τρίκλινον ἐν τῷ παλατίῳ ἔκτισεν. Ὕστερον δέ, ὑπὸ Λεοντίου ῥινοτμηθεὶς, ἐξωρίσθη ἐν Χερσῶνι. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Λεόντιος ἔτῃ γʹ, ὄς τὸν πατρίκιον Ἰωάννην μετὰ Ῥωμαϊκοῦ στόλου κατὰ τῶν Ἀγαρηνῶν ἐκπέμπει ἐν Ἀφρικῇ· ὅς, τοὺς ἐχθροὺς τροπωσάμενος καὶ τὴν Ἀφρικὴν ἐλευθερώσας, εἰς βασιλέα ἐπορεύετο. Ἀλλ´ ὁ στρατὸς, ὑπὸ τῶν ἰδίων ἀρχόντων εἰς βουλὴν πονηρὰν ἐκτραπεὶς, καὶ τὸν πατρίκιον Ἰωάννην φονεύσας, καὶ τὸν βασιλέα ἀναθεματίσας, Ἀψίμαρον δρουγγάριον τῶν Κιβυρραιωτῶν βασιλέα ἀνηγόρευσαν, Τιβέριον αὐτὸν μετονομάσαντες, ὃς, διὰ τῆς τῶν Βλαχερνῶν πόρτης, προδοσίας γενομένης, ἐν τῇ πόλει εἰσελθὼν, καὶ τὸν Λεόντιον χειρωσάμενος καὶ ῥινοκοπήσας ἐν τῇ μονῇ τῶν Δαλμάτων περιώρισεν. Μετὰ δὲ Λεόντιον ἐβασίλευσεν Ἀψίμαρος ὁ καὶ Τιβέοιος ἔτη ζʹ. Ὁ δὲ Ἰουστινιανὸς ὁ παρὰ Λεοντίου ὀινοκοπηθείς, ἐκ Χερσῶνος λάθρα τινὰς ἀναλαβόμενος, ἀπέπλευσεν ἐπὶ τὸ στόμιον τοῦ Ἴστρου, καὶ διασωθεὶς ἀπέστειλε πρὸς Τέρβελον τὸν Βούλγαρο, δοῦναί οἱ συμμαχίαν τοῦ κρατῆσαι τῆς προγονικῆς βασιλείας. Ὁ δὲ οὐ μόνον συμμαχίαν, ἀλλὰ καὶ ἐαυτὸν ἐπιδέδωκε, σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν παραγενόμενος. Εἰσῆλθεν οὖν Ἰουστινιανὸς σὺν ὀλίγοις ὁμοφύλοις διὰ τοῦ ἀγωγοῦ προδοσίᾳ τινῶν ἑκ τῆς πόλεως, καὶ ἐξῆλθεν εἰς τὴν ἁγίαν Ἄνναν τὴν λεγομένην δι´ αὐτὸν δευτέραν, καὶ κατεσκήνωσεν ἐν τοῖς παλατίοις τῶν Βλαχερνῶν· ὅπερ μαθὼν ὁ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φεύγει, λαβὼν μεθ´ ἑαυτοῦ πολλὰ χρήματα. Ὁ οὖν Ἰουστινιανὸς, τόν τε Λεόντιον καὶ Ἀψίμαρον τὸν μὲν τῆς βασιλείας, τὸν δὲ τῆς φυλακῆς ἐξαγαγὼν, καὶ ἀμφοτέρους τοῖς ποσὶν αὐτοῦ ὑποθεὶς, ἐν τῷ ἱπποδρομίῳ κεφαλικῶς εὐτοὺς ἐτιμωρήσατο, Ἀετὰ δὲ Ἀψίμαρον ἐβασίλευσε πάλιν Ἰουστινια. ὸς ἔτη ζ, δῶρα πολλὰ τῷ Τέρβελι δούς καὶ χώραν Ῥωμαϊκὴν τὴν λεγομένην νῦν Ζαγόρια. Ἡράκλειον δὲ ἀδελφὸν αὐτοῦ καὶ τοὺς συνασπιζομένους αὐτῷ ἀνεσκολόπισεν. Καλλίνικον δὲ τὸν πατριάρχην τυλώσας ἐν Ῥώμη ἐξώρισεν· ἀνθ’´ οὗ προεβάλετο Κυριακὸν τὸν ἐν τῆ νήσῳ Ἀμάστριδος ὄντα, ὡς Τʹοαῖορεύσαντα αὐτῷ τὴν τῆς βασιλείας ἀποκατάστασιν.