Ancient Greek
502
Josephus Genesius, Βασιλεῖαι 502
Unproofread scanNot analysed yet
ς δέ τινες ἔφησαν, ὅτι μόνος ὁ Λέων καθ´ ἕν τι μέρος προσβαλὼν Βουλγάροις γενναίως κατ ἠγωνίζετο, ὡς ἐνθένδε μεγίστην ἀποίσασθαι εὔκλειαν · ὁ δὲ βασιλεὺς τὴν πρὸς ὑποστροφὴν τρίβον ἐστήριξεν, τῶν ὑπηκόων πλεῖστα καταιτιώμενος, ὡς μὴ πεφροντικότων τῶν ἐγγράφων ὅρκων αὐτῶν, ἀλλὰ προσχωρούντων εἰς διαστάσεις, ἐξ ὡνπερ ἧτται συμβαίνουσιν, προστάξας τῷ Λέοντι μετὰ τοῦ ὑπ´ αὐτὸν στρατεύματος ἔξω προσεδρεύειν τῆς πόλεως διὰ τὴν μερικὴν αὐτοῦ πρὸς Βουλγάρους καθυπερτέρησιν, εἰς τὸ μὴ τούτους ὀλιγανδρίας καὶ φυγαδείας Ῥωμαῖκῆς τοσοῦτον λοιπὸν ὑφορᾶσθαι Ἀφ´ ὧν ὁ στρατιωτικὸς σύλλογος κατελοιδόρει τοῦ βασιλέως ἀφέλειαν, καὶ ἔκλυτον τοῦτον ἐπεψηφίζετο, καὶ τὸν στρατηγὸν Λέοντα συμφώνως εἰς βασιλείαν προέκρινεν, Τοῦ δὲ ἀχλυώδει ἀγωνίᾳ καὶ πολλῇ συμπεσόντος πρὸς λόγον τῆς ἀναῤῥήσεως, καθώς ποτε κατ γέφυραν Γαΐου τοῦ Καίσαρος, Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἀναιρήσειν τοῦτον διεμαρτύρατο, εἰ μὴ ταύτῃ κατάθοιτο. Καὶ τὴν μὲν κατάθεσιν αὐτοῦ μόνον ἀπῄτει, τὴν δὲ μέχρι τῆς πόλεως καὶ αὐτῶν τῶν βασιλείωνἴ εἴσοδον ποιῆσαι ῥᾳδίαν ὑπέσχετο, ἤτις εἰς ἔργον παρ´ αὐτοῦ τοῦ στρατεύματος τετι λείωτο. Πρὸ δέ γε τούτων, γενομένῳ τῷ βασιλεῖ Μιχαὴλ πλησίον τῆς πόλεως, συναντᾷ τούτῳ ανήρ τις τῶν ἐπισήμων, τὴν τῶν τειχῶν κηδεμονίαν πεπιστευμένος, τῶν Ἐξαβουλίων ἐκ γένους, ἀφοσιων τὰ ἔθιμα βασιλεῖ, καὶ τῇ δυστυχίᾳ συναλγυνόμενος ἐπυνθάνετό γε· «Τίς ἂν εἴη, ὡ δέσποτα, τῶν στρατηγούντων ἐαθεὶς ἐν τῷ ἐπιλοίπῳ στρατῷ;» Ὁ δέ φησι· «Λέων ὁ τοῦ αʹ θέματος ἐξηγούμενος, ἀνὴρ ἀγχίνους καὶ εὐθύτητος ἐξεχόμενος.» Ὁ δὲ ἀντέφη ἀλυσιτελὲς εἶναι εἰ μόνος τοῦ τοιούτου καθηγοῖτο, «δίχα τινὸς τῶν σῶν οἰκείων ὑπηρετῶν. »Τοῦ δὲ βασιλέως οὐδὲν τῶν ἐναντίων ὑφορωμένου, ἀπολοχισμοί τινες παρ´ αὐτοῦ τῷ Ἑξαβουλίῳ προὐτίθεντο, ὡς μὴ τυραννήσειν ποτὲ βουληθησομένου τοῦ Λέοντος. Ἀπῄει τοιγαροῦν ὁ αὐτοκράτωρ πρὸς τὰ βασίλεια οὐ μετὰ πολὺ, καὶ ἡ τοῦ τυράννου Λέοντος ἀνάῤῥησις διηγγέλλεσο Πiρὸς τοῦτο τοῦ βασιλέως Μιχαήλ δυσχεραίνοντος, παρῄνουν τινές αὐτῷ πᾶσι τρόποις τῷ τυράννω στεῤῥῶς ἀντιτάξασθαι· ὁ δὲ γαλήνιος ὢν τῇ γνώμῃ καὶ οὐχ αἱμοχαρής τὴν προαίρεσιν, ἀπεῖρ γε πάντας μιαιφονίας, τῷ τοῦ Θεοῦ προστάγματι εὐγνωμόνως ἐπικλινόμενος, καὶ τοσοῦτον ὥστε καί τινα τῆς vατ οἰκιδίου θεραπείας αὐτοῦ, τὸν Ἐξάρχοντα, στεῖλαι