Ancient Greek
518
Josephus Genesius, Βασιλεῖαι 518
Unproofread scanNot analysed yet
Ἡν δὲ τῷ γίνει κατὰ συζυγίαν ἐξ Ἀσσυρίων καὶ Ἀρμενίων ἀναφυεὶς, τῶν ἰδίων γεννητόρων ἐπεξαναστάντων αὐτούς τε μιαιφονησαμένων καὶ πρὸς τοῖς τῶν Ἀρμενίων χωρίοις κατὰ φυγαδείαν ἐνσκηνωσάντων, κἀκεῖσε τὸν ἀνήμερον θῆρα τεκεῖν· ἐξ ὧν ἑτερογενές τι τεράστιον κεχρημάτικεν. Ἀρμενίους δέ φασιν ἐξ Ἀρμένου κληθῆναι τοῦ ἀπὸ Ἀρμενίου πόλεως Θετταλίας, ὃς Ἰάσονι συνεστράτευοεν. Ἐκεκρατήκει δὲ Λέων τῆς βασιλείας ζʹ ἕτεσι καὶ μησὶ εʹ κατὰ Θεοῦ ὑψίστου ΒΑΣΙΛΕΙΔΝ Βʹ. ΠΕΡΙ ΤΟΥ ΕΞ ΑΜΟΡΙΟΥ ΜΙΧΑΙΛ. Ὁ δὲ Μιχαὴλ ἐν ἔτει ϛτκθ´, ἰνδικτιῶνι ιδʹ, παρ´ ἐλπίδα ἐξ εἰρκτῆς αὐτοκράτωρ τοῦ θαύματος! ἀνηγόρευτο, τῷ τε βασιλικῷ θρόνῳ καθίδρυται ἔτι ταῖς σιδηροπέδαις ἐπιδεσμούμενος· ᾠ προσίασι πάντες οἱ ἐντυχόντες, καὶ τὸ σέβας προσκυνητὸν ἀπονέμουσιν. Παμπόλλης οὖν ὥρας παρῳχηκυίας, καὶ τῆς κλειδὸς ἀπούσης μὴ τούτων ἀνεπτυγμένων, Ἰωάννης ὁ ἐκ γένους Ἐξαβουλίων καὶ τοῦ δρόμουί τοὺς λόγους τηνικαῦτα τιθεὶς τοῖς παροῦσι ταύτην ἐμυστολέκτει τεταμιεῦσθαι ἐσθῆτι τῇ ἐνδοτάτω τοῦ φονευθέντος, δι´ ἧς αἱ πέδαι ἀποδεδέσμηνται. Ἑβδόμης δὲ ὤρας διατελούσης ἄπεισι Μιχαὴλ βασιλεὺς τῷ μεγίστῳ ναῷ σὺν ἅμα τοῖς δεδρακόσι τὸ τόλμημα, τῆς θείας τελεταρχίας ἀξιωθῆναι, μηδ´ ὅλως μήτε τῷ δήμῳ δειματωθεὶς μήτε τῷ δείματι τοῦ Θεοῦ κατερυθριάσας, ἀλλὰ τεθαῤῥηκὼς μάλιστα ἐπί τε τοῖς λοιποῖς συναντήμασι καὶ