Ancient Greek
522
Josephus Genesius, Βασιλεῖαι 522
Unproofread scanNot analysed yet
ἀνδρῶν ἐάλω, ἢν ὑπέθετο καταπράξασθαι τούτῳ Νικηφόρος ὁ τηνικαῦτα τὸ βασιλεύειν λαχών, τῷ Βαρδάνῃ βασκαίνων διὰ τὴν προσοῦσαν καλοκαγαθίαν αὐτῷ φεύγων δὲ τὴν ἐπὶ τῇ μοιχείᾳ δίκην, Αν καταπράξασθαι μὲν ἐπειράθη, οὐκ εἰς ἔργον δὲ προέβη, εἰς Συρίαν ἀπέδρα. Καὶ πρῶτον μὲν τὴν εἰς Χριστὸν ἐξήρνηται πίστιν, καὶ χρόνον συχνὸν ἐν αὐτοῖς διατρίψας, ὡσεὶ εʹ καὶ κʹ παρελκυσθῆναι ἐνιαυτοὺς, ψευδῆ φήμην ἑαυτῷ περιποιεῖται Κωνσταντῖνον εἶναι αὐτὸν εἰσηγούμενος υἱὸν Λέοντος καὶ Εἰρήνης. Οὗτος δὲ ἄρα διὰ τὴν μοχθηρίαν τῶν τρόπων μετὰ τῶν ὀφθαλμῶν καὶ τῆς βασιλείας ἐστέρηται καὶ ἐξ ἀνθρώπων ἠφάνισται μετὰ βραχὺ τῆς ἐκπτώσεως, καὶ ὁ τοῦδε νεκρὸς ἔν τινι κατετέθη σορῷ τότε τῶν ἐν τῇ βασιλευούσῃ σεμνείων. Ἀλλ´ ὅγε παλαμναῖος οὗτος ἀνὴρ μετὰ Σαρακηνῶν διαζῶν, ὑποσχέσεσι τούτους ἐπαί. ρει λαμπραῖς, ὡς ὑποτελῆ ποιήσειν αὐτοῖς τὴν Ῥωμαίων ἀρχὴν, εἰ καὶ χρήματα ἱκανὰ καὶ στρατὸν ἀξιόχρεων δοῖεν πρὸς τὸ ἔργον αὐτῷ. Καὶ δὴ τῶν αἰτουμένων τυχὼν ἐκστρατεύει κατὰ Ῥωμαίων εὐθὺς, ποιεῖται δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἐγχειρουμένων υἱὸν ἀνθρώπιόν τι μιξοβάρβαρον εὑρηκὼς, μετὰ τῆς ψυχικῆς φαυλότητος καὶ ἀνοίας ἕτι δὴ καὶ δυσμορφίαν σώματος δυστυχοῦν καὶ τἄλλα τῶν τούτου· ὃ δὴ καὶ Κωνστάντιον ἐπιτρέπει καλεῖσθαι, ἀπόμοιράν τε τούτῳ Σαρακηνῶν στρατεύματος δοὺς τότε καιροῦ τούτων ἦν βασιλεὺς, ὁ Βάρδα μὲν τοῦ πατρικίου υἱὸς, ἐξ Ἀρμενίων δὲ κατάγων τὸ γένος· οὐ πολυωρίας δὲ ἀξιώσας τὸ ἐπιφυὲν Ῥωμαίοις κακὸν, σχεδιάσας δὲ πλῆθος στρατεύματος βραχὺ καὶ καθηγεμόνα στρατιώτην μᾶλλον ἢ στρατηγὸν ἐπιστήσας κατὰ Θωμᾶ ἀποστέλλει. Καὶ δὴ τῶν στρατευμάτων ἀμφοτέρων συμπεσόντων ἀλλήλοις κατά τι τῶν ἐν τῇ ἕῳ χωρίων, πταίει μὲν ὁ τοῦ βασιλέως στρατὸς καὶ εἰς φυγὴν τρέπεται· ἐπ´ ἀδείας δὲ ὁ ἀποστάτης γενόμενος πάντα πρὸς ἀνίσχοντα ἤλιον ἐπιτρέχει καὶ πρὸς βίαν τὰ ἑαυτοῦ ποιεῖται φρονεῖν. Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ Λέοντα φονεύει καὶ τὴν βασιλείαν ἐκδέχεται. Ὁ δέ γε στασιάρχης Θωμᾶς, ὡς μὴ ἀρκούσης αὐτῷ τῆς κατὰ γῆν ἐπικρατείας σχεδὸν ἀπάσης, ἤδη τὸ ναυτικὸν ἄπαν τὸ ὑπὸ Ῥωμαίους ὃν, πλὴν τοῦ βασιλικοῦ κληθέντος, ὑποποιεῖται, καὶ ναῦς πλείστας ναυπηγήσας ἐτέρας σίτου τε παραπομποὺς καὶ ἵππων τάς τε πολεμιστηρίους, ταύτας κατὰ Λέσβον κελεύει