Ancient Greek
530
Josephus Genesius, Βασιλεῖαι 530
Unproofread scanNot analysed yet
τῶν οἰκητόρων αὐτῆς σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν εἰθισμένα. Οὗ τῆς ἐπιδρομῆς ὁ Θωμᾶς καὶ ἀλώσεως αἴτιος, Ἀπόχαψις δὲ, οὐ παῖς μὲν Σαῖπης ἐτύγχανε, Σαῖπου δὲ Βάθδελ, ὃς ἐν Πελοποννήσῳ κατά τι θαλάσσης κλυδώνιον πρὸς γῆν σὺν νηῖ τῇ ἑαυτοῦ προσπαρεὶς, ἐν ἡμέραις τοῦ μακαρίτου Λέοντος βασιλέως, τηνικαῦταδὲ στρατηγοῦν τοῦ Κωνσταντίνου τοῦ συνετόφρονος, ἐκεκράτητο, ᾧ τεσσαρακοντάπηχυς τὸ ἐπώνυμον· οὐτινος Βάβδελ ἐτέλει ὁ Ζερκουνῆς σύγγονος, ὁ πρὸ τοῦ νῦν ἀρχηγοῦ τῆς Κρήτης καθηγησάμενος, Εν ταύτη δὲ τῆς νήσῳ Κύριλλος ὁ θαυμάσιος, ὁ Γορτύνης ἐπισκοπήσας τῆς πόλεως, ὑπὲρ Χριστοῦ ὡς ἱερεῖον ἄμωμον ἐσφαγίαστο. Οὗ τὸ τίμιον αἷμα μέχρι τῆς δεῦρο κατά τινα χῶρον, καθώς τινές φασιν, ἀνεξάλειπτον συντετήρηται· καθ´ ὃν οἱ εὐσεβεῖς φοιτῶντες καὶ τοῦτο σπόγγῳ ἐναπομάττοντες δι´ αὐτοῦ γε θεῖον μύρον ὑδρεύονται καὶ κατ´ οὐδὲν ἀλλοιοῦσι τὸ χρῶμα τοῦ αἵματος. Ἔτι δὲ καὶ ἡ τῶν τροφίμων σεβαστῶν παίδων αὐτῆς ἑβδομὰς μετὰ πολλῶν ἄλλων ταφῇ ἀφιέρωται, ἀναιρεθέντων ὑπὲρ τῆς εἰς Χριστὸν ἀδιστάκτου καὶ εἰλικρινοῦς πίστεως. Καὶ δὴ κτοτε κατακεκράτηντο ἂν παρ´ Ἀγαρηνῶν αἱ νῆσοι, εἰ μὴ βασιλεὺς Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἔσχε φιλονεικότερον ἐλευθεριάσειν αὐτὰς· καὶ δὴ πολυωρήσας ἐνδελεχῶς Κρατερῷ τῷ στρατηγέτῃ Κυβερεωτῶν ἐνετείλατο πάσας τὰς ὑπ´ αὐτὸν ναῦς παρετοιμάσασθαι καὶ ἀπᾶραι εἰς Κρήτην καὶ σπουδῇ πάσῃ τοὺς ταύτης οἰκήτορας Σαρακηνοὺς ἀλοθρεῦσαι. Ὃς ἐκεῖσε παραγενόμενος σὺν ναυσὶν οʹ κατ´ αὐτῶν πόλεμον ἦρεν ἐξ ἀνατολῆς ἡλίου μέχρι τῆς δύσεως, καὶἱ κατὰ τοσοῦτον αὐτῶν ἐκυρίευσεν ὥστε πάντας καὶ ἀναιρήσειν βεβούλητο. Ἀλλὰ κακοὶ ἀρχηγοὶ συνόντες κὐτῷ οὐκ εὐβούλως ἀνέστειλαν εἰρηκότες· «Ἡμεῖς γε πάντας ὧποπιέσαντες, οὐκ ἔτι πάντως οὗτοι τολμήσειαν σοῦ λοιποῦ πρὸς ἡμᾶς ἀντιτάξασθαι. Ἢδη νύξ τελλέθει, κατὰ τὸν ποιητὴν, ἀγαθὸν καὶ νυκτὶ πιβέσθαι. Δυσπεφόρηκε γὰρ ὁ λαός. Ἄγωμεν εἰ πὰς ἡμετέρας σκηνὰς, καὶ πρωΐας ἐπιλαμπούσης ἀφιξόμεθα καὶ κατάσχωμεν αὐτούς.» Καὶ δὴ τοῖς