Ancient Greek
544
Josephus Genesius, Βασιλεῖαι 544
Unproofread scanNot analysed yet
τινα τῶν ὑπερκειμένων τόπων τοῦ Μανουὴλ προβιβάσαντος, στοχαστικῶς κατεῖδε στρατὸν τὸν Σαρακηνικὸν τῶν Ῥωμαίων ἐλάττονα. Πρὸς ὃν στοχασμὸν συντίθεται Μανουλλ, ἀλλ´ ὅμως αὐτῷ ἀντειρήκει · «Ὦ δέσποτα, τὸν ἐπ´ ἀμφοῖν ἐκ δοράτων καλαμῶνα στοχάσθητι, ἐξ οὐ γνώσῃ τὸ καρτερώτερον. »Συμβεβουλευκότες οὖν ὅ τε Θεόφιλος καὶ οἱ περὶ αὐτὸν μεγιστᾶνες, ὁ μὲν Μανουὴλ καὶ ὁ Θεόφοβος ὑπετίθοντο συνιστᾷν ἐν νυκτὶ πόλεμον, κατὰ τὴν ἡμέραν δὲ ἕτεροι· οἱ μᾶλλον καὶ προτετίμηνται(. Κατὰ γοῦν τὸ πρὸς αὔριον Κγεγονυίας προσβολῆς οἱ Ἰσμαηλῖται τροπῇ συνχρησάμενοι τοὺς Ἰσμαηλίτας θαρσαλεότητος καὶ ἰσχύος ἐπλήρωσαν, τοὺς δὲ Ῥωμαίους πρὸς φυγαδείαν ἐτρέψαντο· καὶ μόνοι τῷ βασιλεῖ οἱ ἀρχηγοὶ τῶν ταγμάτων προσεκαρτέρησαν μετὰ Μανουὴλκαὶ Περσῶν, οὓς κύκλῳ περιστοιχίσαντες οἱ ἐξ Ἄγαρ βιαίως συνεῖχον ,κἂν οἱ Τοῦρκοι τὸ τοξάζειν κεκώλυντο ὑετοῦ γε συμβάντος τῶν τε νευρῶν τῶν τόξων χαυνωθεισῶν τῇ ὑγρότητι. Ἀμέλει τῶν. Ῥωμαϊκῶν στρατευμάτων πημαινομένων ὁ Μανουλλ διηκούτιστο τῇ Σαρακηνικῇ γλώττῃ πρὸς αὐτοὺς τῶν Περσῶν καθ´ ὁμιλίαν οἰονεὶ σπενδομένων, καὶ τῷ Θεοφίλῳ φησίν· «Οἶμαι, ὧ βασιλεῦ, ὅτι ἡ Ῥωμαῖκὴ νῦν δυσφορία τῷ ἀμεραμνουνῇ τοὺς Πέρσας περιποιήσεται εἰς τὸ προδοῦναί σε αὐτῷ, τὸ πρὶν ἀποστάντας αὐτοῦ β. Οὐκοῦνκαλῶς συμβουλευομένῳ μοι σύνθοιο. Συναγερῶ ἐκ τοῦ καθ´ ἡμᾶς στρατεύματος τὸ κατ´ ἐκλογὴν σύστημα. δι´ οὗ τὸ σὸν κράτος ἐκ τῶν πολεμίων ἐξοίσομαι.» Ὁ δὲ βασιλεύς· «Καὶ τούτου γινομένου, ὧ Μανουήλ, τῷ λαῷ τί συμβήσεται;» -«Ὦβασιλεῦ, σοὶ μὲν θεόθεν παρέσται τὸ σώζεσθαι, ὁ δὲ λαὸς καὶ αὐτὸς ὑψόθεν, οἷμαι, προνοηθήσεται.» Τοῦ γοῦν βασιλέως μόγις τῶν πολεμίων ἐκστάντος, κατὰ δὲ τὸν Χιλιόκωμον παραγεναμένου, οἱ τῶν στρατηγετῶν τὸ συνειδὸς λιποταξίᾳ πιέζοντες ἐκεῖσε τῷ Θεοφίλῳ γονυπετοῦσι καὶ τὰς σπάθας οοκοοΘί