Ancient Greek
550
Josephus Genesius, Βασιλεῖαι 550
Unproofread scanNot analysed yet
ΒΑΣΙΛΕΙΩΝ Δʹ ΠΕΡΙ ΜΙΧΑΗΛ ΤΟΥ ΘΕΟΦΛΟΥ. ΛΕΣΠΜ ΙΙΒ. ΙΥ ΒΕ ἰΜΙΩΗΑΕΙΕ ΤΗΕΟΡΗΙΚΙ ΓΙΛΙΟ. Τὰ δὲ πατρῷα σκῆπτρα ἐν ἔτει ϛτμ’, Πνδικτιῶνι εʹ, διιθύνειν καταλιμπάνεται Μιχαὴλ σὺν μητρὶ Θεοδώρᾳ θεόφρονι, αὐτοῦ τε τὰ τῆς ἐπιτροπείας ὅ τε πατρίκιος Θεόκτιστος καὶ Μανουὴλ ὁ πρωτομάγιστρος ἠξίωται, ᾧ καὶ διὰ μερίμνης ἐνῆν τὸ φιλοδεσποτεῖν καὶ λόγοις πρὸς τοῦτο καὶ πράξεσι διατίθεσθαι. Οὐκοῦν ἔξεισι κατὰ τὸν ἱππόδρομον, καὶ πάντα τὸν ὑπασπιστὴν λαὸν συναγείρας καὶ οἷς πληροφορίαν ἐκέκτητο στρατιώταις τὰ πρὸς εὐπεί ΐειαν αὐτῷ συντηρῆσαι, προοίμιον οὖτω τοῦ λόγου προδιατίθησιν· «Οἴδατε πάντες, ὦ ἄνδρες, ὁποῖα τὰ πρὸς ὑμᾶς τῆς ἀγάπης γνωρίσματα, ἔν τε κηδεμονίαις ἔν τε προστασίαις φιλόφροσι, σὺν ἅμα ταύταις καὶ εὐεργεσίαις, μηδ´ ὅλως ἐξισταμένων ἡμῶν. Καὶ διὰ τοῦτο χρεὼν ὑμᾶς ἡμῖν ἀποδοῦναι τὰς ἀντιχάριτας, ἔν τε λόγων πειθοῖ καὶ τῶν ἔργων· καὶ ὅπερ ἂν ἡμῖν αἱρετὸν διακέκριται, τοῦτο ἐλέσθαι σπουδάζοιτε, καὶ ὃ ἐὰν ἀρέσκον, κατὰ σπουδὴν καὶ προαίρεσιν τὸ εὐπειθὲς αὐτῷ μέχρι καὶ κινδύνου παντὸς ἐπιδείξασθαι.» Τούτοις οὐν αὐτοὺς παραινέσας, παραχρῆμα ἅπαντες τὰ τῆς ἀρεσκείας αὐτῷ καὶ ὑπακοῆς δι´ ὅρκων συχνῶν παρετίθεντο · ἠλπίκεσαν γὰρ κατὰ νοῦν ὄρεξιν ἔχειν τῆς βασιλείας τὸν Μανουὴλ καὶ διὰ τοῦτο τοιαῦτα κατεπ άδειν αὐτῶνἰ, εἰ καὶ τὰ ὑπεναντία τούτοις παρ´ αὐτοῦ διηγόρευτο. Ἐκεκράγει γὰρ διαῤῥήδην· «Μιχαήλ τε καὶ Θεοδώρας τὰ ἔτη πρὸς πλεῖστον ὁδεύσειεν. »Ὡς δὲ ταύτης τῆς ἀναῤῥήσεως διενήχηντο, ἐπλήσθησον ἀθυμίας καὶ πολυειδοῦς ἐνεφορήθησαν θλίψεως, ἀλλ´ ὅμως τὸ προσταγὲν ἐξεπλήρουν· καὶ τὰ Τὰίο ἰαι ἀνραθαι. τῆς αὐτοκρατορίας διετετράνωτο. Καὶ τὰ τῆς ὀρθοδοξίας ἀνακαλύπτεται καιροῦ λαβόμενα εὐαγοῦς καὶ θεοφιλίας ἀνδρῶν εὐπροθέτων, τῆς στυγητῆς αἱρέσεως τῶν εἰκονομάχων διασυρείσης ἀπὸ βασιλείας Λέοντος τοῦ Ἀμαληκίτου μέχρι χρόνων λʹ. Εἴχοντο δὲ τοῦ εὐθέος σκοποῦ ὅ τε Θεόκτιστος, ἄλλως τε καὶ αὐτὸς Μανουὴλ, εἰ καὶ διὰ