Ancient Greek
558
Josephus Genesius, Βασιλεῖαι 558
Unproofread scanNot analysed yet
τὸν Ἰουστινιανοῦ τρίκλινον φερούσας πύλας συνκπτυξεν, τὴν δι´ αὐτῶν ἀπείργων φορὰν στοατιωτικὴν τέως ἀκρατῶς ἐρχομένην, ἔως ἂν τὰ πρὸς ἐξορίαν αὐτοῦ διορίσειαν, καὶ μὴ κεχράνθαι Χριστιανικῷ τινας αἴματι. Τοῦτο γὰρ καὶ Βάρδᾳ πολυμερῶς ἐπεφρόντιστο, εἴγε ῥαδίως τὰ πραττόμενα διεξάγοιτο. Ἀλλὰ τὸν βασιλέα παρορμῶσί τινες συμβουλεύοντες ώς εἴπερ μὴ διὰ τάχους ἀναιρεθείη Θεόκτιστος, ἐπανάστασις ἔσται παρὰ δεσποίνης δυσφόρητος. Τοὺς ἐκ Ταυρικῆς καθ´ ἑταιρείαν Σκύθας βασιλεὺς ῥαγδαίῳ προστάγματι διαρώννυσιν ἐπελθεῖν κατ´ αὐτοῦ καὶ συντόμως διαχειρίσασθαι. Οἱ δὲ ἐπῄεσαν ὁμοθυμαδόν· ὡς δὲ τὰς πύλας εὖρον συνεπτυγμένας, ἐπείπερ ὁ Κωνσταντῖνος ἐντὸς ἐφεστήκει, κακῷ μετρίῳ τὸ ἄμετρον τῶν κακῶν. ἐξιώμενος ὑπεξίσταται, εἰ καὶ γενναῖος τήν τε φρόνησιν καὶ τὴν ψυχὴν καθεσοήκει· καὶ ὅσον ἐνῆν αὐτῷ σθέναυς ἔν τε λόγοις καὶ ἔργοις, κατευνάζειν ἐπεχείρει τοὺς ἐπιόντας κατὰ Θεοκτίστου, κατὰ τὸ μᾶλλον ἱκετευόμενος. Ὡς δὲ τὰ τῆς σωτηρίας Θεοκτίσῳ ἐν τῇ δυνάμει τοῦ βοηθοῦ διητόνει, τῆς ἀνάγκης κορυφουμένης, ἐπείπερ δύναμις. καὶ, Ἀνάγκης ἐγγύθι ναίει ,Ἅ τῆς ἀνάγκης ἔσε´ ἀδήριτον σθένος ααλ. τὰ Σόγια ἐΕίσταται τῶν πυλῶν. καὶ τῶν εἴσω ῥύδην προσκεχωρήκεσαν. Καί τις αὐτῶν ὑπεισέρχεται τῇ καθέδρᾳ καθ´ ἣν ὁ Θεόκτιστος ὑποκέκρυπται, καὶ ἐκεῖσε τὴν διὰ ξίφους τεκευταίαν τομὴν αὐτῷ ἐγγαστρίζεται. Ἐντεῦθεν εἰπεῖν τῷ Βάρδᾳ ]Ηηε ἀἰαῖεεε ἱειι Μαηοὶ Δε Βαε ναιῖοῖαΩετ τὸν Μανουήλ σιβυλλαίνοντα, Σπάθην γυμνώσας, Σάρδα, τοῖς ἀνακτόροις, Σαυτῷ γυμνώσεις εἰς τομὴν τοῦ σαρκίου. Καὶ μετὰ βραχὺ τὰ κατὰ τὴν δέσποιναν ἐκταράττεται · διὸ σὺν ταῖς ἑαυτῆς θυγατράσι τῆς πρὸς τὸν υἱὸν ὁμοτιμίας ἐκπεπτωκυῖα τοῦ παλατίου ἐξοστρακίζεται καὶ τῇ τῶν Γαστρίων προσονομαζομένῃ μονῇ κατοικίζεται, καὶ τῷ μοναχικῷ μεταμείβονται σχήματι. Ὅτε δὲ αὕτη προέγνω τὰ κατ´ αὐτὴν συμβησόμενα, προσκαλεσαμένη τὴν σύγκλητον καὶ τὸ ἐν τῷ ταμείῳ χρῆμα κατεμφανίσασα τὸ τούτου ποσὸν διωρίζετο α κεντηναρίων πρὸς τοῖς λʹ διὰ χαράγματος τοῦ χρυσοῦ, ὡσαύτως