Ancient Greek
560
Josephus Genesius, Βασιλεῖαι 560
Unproofread scanNot analysed yet
Κελλάριον. Ὁ δὲ Ἄμερ στρατηγικῶς, παρεκβατικώτερον διελθὼν τῆς ἀπαγούσης ὁδοῦ πρὸς τὴν Ζέλισαν, ἀπῄει πρὸς τὸ Χωνάριον, ἐν τούτῳ τε πόλεμον πρὸς Ῥωμαίους ἀράμενος, αὐτίκα πρὸς αὐτοῦ τροποῦται ὁ βασιλεὺς φυγαδείας ἐπιλαβόμενος μιλίων ἕως ἕξ. Ἐντεῦθεν τοῦ δρόμου τῶν βασιλικῶν Ιππων ἀτονησάντων καὶ τοῦ συμφυγαδευομένου λαοῦ, καὶ μάλιστα διὰ τὸ παρεῖναι δυσφόρητον καύσετον ἐκ τῆς καιρικῆς διαθέσεως, λυσιτελείας ἡγοῦνται σκοπὸν ἀναβεβηκέναι πρός τι ὄρος πέτραις τραχέσιν ἀντίτυπον καὶ παρόδῳ δύσβατον, ὃ Ἀνζῆς κατωνόμασται. Τοῦτο δήπερ ὁ βασιλεὺς καταλαβὼν ἐναυλίζεται· ὁ δὲ Ἄμερ γυρώσας αὐτὸν παρεντίθεται. Καὶ διὰ τοῦτο μάχης σφοδρᾶς ἐκ τοῦ σύνεγθς ἀμφοτέρων συγκροτηθείσης, ἡ τῶν ἐναντίων ἰσχὺς τῆς βασιλικῆς ἂν περιγέγονε σοβαρευομένη πανωλεθρίαν(τοσοῦτον γὰρ ἐκρατύνετο] εἰ μὴ ἔκ τε τοῦ τόπου καὶ τῆς τῶν συμπαρόντων τῷ βασιλεῖ ἀνδρειόφρονος συλλογῆς, πολλῷ δὲ μᾶλλον ἐκ τῆς ἄνω συμμαχίας, ἀντέπιπτεν. Ὅθεν οὐτος συνεγνωκὼς τὴν ἀπειλουμένην ἀπώλειαν τῷ μαγίστρῳΜανουὴλ τὰ περὶ σωτηρίας κεκοινολόγητο, τοιαῦτα εἰπών· «Τί δρῶμεν, ὧ Μανουὴλ μάγιστρε; ν ἀπολλύμεθα γάρἓ.» Καὶ οὗτος ἀντέφη αὐτῷ· «Τὰ μὲν φοινικίζοντα πέδιλα, δέσποτα, ἃ τὴν βασιλικὴν περιφάνειαν δηλοῦσιν, ἀπαμφιάσθητι, μελαμβαφῆ δὲ περίβαλε ἑ, ὡσαύτως καὶ τὴν λοιπὴν βασι. λικὴν πανοπλίαν. Ἐγὼ δὲ λογάδας ἀνδρῶν φʹ γενναίους συλλάβοιμι· καὶ δι´ αὐτῶν γε πρὸς ἓν μέρος σῶν πολεμίων χωρήσομεν καὶ ῥᾳδίως διελευσόμεθα.» Καὶ ὁ βασιλεὺς ἀντειρήκει· «Ὁ δὲ λαὸς ἐκ τούτου τί πείσεται;» Καὶ ὁ Μανουὴλ ἀπεκρίνατο ὅτι «Ἡ μὲν βασιλεία σου πάντως ἐξ ἀναγκαίου διασωθήτω, ὡστε μὴ κατασχεθῆναί σε τοῖς πολεμίοις · τοῦτο γὰρ εἴγε συμβήσεται, ἐλεεινὸν ἔσται Χριστιανοῖς. Περὶ δὲ τοῦ λαοῦ ὅπερ τὸ θεῖον κράτος κελεύσειεν εὐσεβῶς διακαρτερήσομεν.» Φʹ οὖν ἄνδρας γενναίους ἀφορίσας ὁ Μανουὴλ παρεγένετο εἴς τι μέρος Σαρακηνικοῦ τάγματος, καὶ, «Τὸ Σωτῆρος νενίκηκεν» ἀνακεκραγὼς αὐτὸς μετὰ τῶν κατ´ ἐκλογὴν αὐτῷ προσβαλών ἀνδρείως διέκοψε καὶ ἐξέθορεν ε- ὁ δὲ βασιλεὺς δειλίᾳ κατασχεθεὶς ὑπεστράφη. Ὁ δὲ μάγιστρος βραχύ τι διαδραμὼν καὶ τὸν βασιλέα μὴ ἐκβεβηκότα πυθόμενος αὖθις ἀπήειδθ πρὸς ἕτερον μέρος, καὶ αὐτὸ διασχίσας εἰσέδυ ἔνθα ὁ ἄναξ διέτριβεν. Βραδείας δὲ ὥρας γενομένης ἐπὶ ταῖς τοιαύταις παρεμβολαῖς καὶ πολλῶν ἐν ταύσπανίζειν