Ancient Greek
566
Josephus Genesius, Βασιλεῖαι 566
Unproofread scanNot analysed yet
Ιλαττον ἡ πάλη πρὸς σάρκα καὶ αἵμα τῆς πρὸς τὰς, ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ σκότους τοῦ αἰῶνος τούτου, ἢ μᾶλλον εἰπεῖν κατὰ τὸ μέγιστον, ἴσος ὁ ἀγὼν ἐπ´ ἀμφότερα. Τοιγαροῦν τινα διανίστησιν τῶν συνόντων τῷ μακαρίῳ κατὰ φρουρὰν, οὐ πρὸς πήμανσιν, ἀλλὰ παρηγορίαν, ὡς δι´ αὐτὸν κινδυ νεύοντι. Κωνσταντῖνος ἦν ὁ Ἀρμένιος, οὗ πολλάκις κατὰ μνείαν κατέστην. Οὗτος πάνυ κρύφα βαστάζων τι ἀγγείδιον ἐξ ὑέλου ἔμπλεον οἴνου, πρὸς ἐπί τούτω καὶ ἄρτον, ἔστιν ὅτε καὶ μῆλα, τῶν κακοποιῶν ἀνδρῶν τὴν ὑποχώρησιν πρὸς μικρὸν ἐμεθόδευεν, καὶ τῷ ὁσίῳ εἰσῄει, καὶ τοῦ λάρνακος αὐτὸν κατεβίβαζεν, καὶ παρεῖχε τὸν ἔλεον, ἀποκουφίζων κἂν ἐπ´ ὀλίγον τῆς συμφορᾶς, μέχρι τῆς ἐκεί. κωαν ἐλεύσεως. Ὦ πολλὴν τὴν εὐχαριστίαν ἠμείβετο μετὰ τὴν τῶν κακῶν λύτρωσιν· οὐ γὰρ ὡς Καίσαρος ὢν, εἰ καὶ τῶν οἰκείων, τοῖς αὐτοῦ κακοῖἐνεδίδου, εἰδὼς ἀπονέμειν Θεῷ τὰς Θεοῦ καὶ τὰς Καίσαρος Καίσαρι, ὥστε μὴ παροξῦναι τὸν ὕψιστον. Τὰ δὲ πρὸς ἱπποδρομίαν τῷ βασιλεῖ Μιχαὴλ διεσπούδαστο ἐν τοῖς κατὰ Προποντίδα παλατίοις περιφανέσιν, ἔνθα ναὸς του μεγαλομάρτυρος Μάμαντος ἥδρασται· ἐκεῖσε τὰς ἁμίλλας συνεχεῖς, ἐκοιεῖτο, αὐτὸς ἱππάζων ἐφ´ ἅρματος, τῶν εἰωθότων πάντων κατὰ τὴν βασιλίδα πόλιν περὶ τὸν ἀγῶνα συντιθεμένων· καθ´ ὃν τῆς Θεομήτορος τιμία εἰκών ἐπὶ τῆς βασιλικῆς ἱδρύσεως ἵστατο, ἐξ ἦς τοὺς νικησικοὺς ἐπάθλους ὁ βασιλεὺς ἀνεδέχετο. Καὶ τοσοῦτον κὐτῷ τὰς τῆς ἱπποδρομικῆς ἔριδος ἐπεφιλοτέχναστο, ὥστε ποτὲ συνηνιοχοῦντι Κωνσταντίνῳ τῷ δηλωθέντι ἐκ περιτροπῆς ἀκουσίου τοῦτον ἀνεσκευάσθαι, καὶ παρὰ μικρὸν διολέσθαι τῇ περιπτώσει τοῦ ἅρματος. Ὅθεν προσεπετίθεντο τὰς τῆς εὐτελείας αὐτῷ, καὶ πολλῷ πλέον τὰς τῆς ἐξουδενώσεως ἐκ τοῦ ψευδοφανοῦς πατριάρχου καὶ συνεπαγομένου αὐτῷ αἰσχίστου κλήρου, καὶ τῷ ἀληθεῖ πατριάρχῃ κακὴν ἅμιλλαν διαμιλλωμένων καὶ δυσωνύμοις ἐνθρονιζομένων κακῶς μητροπόλεσι καὶ μεταποιούντων ἐναγέσι θυσίαις τὰς ὄγια, ὡσὲντεῦθεν καὶ βεβηλοῦσθαι αὐτὸν παρὰ παντός]τε] Χριστιανικοῦ γε πληρώματος καὶ κατεύχεσθαι τῆς βασιλείας διάῤῥηξιν, ἥτις οὐκ ἑπὶ χρόνον μακρὸν ἀποβέβηκεν, προηγησαμένης τῆς Καίσαρος ἀναιρέσεως, ὥς φασι, συνεγνωκότος αὐτὴν Μιχαὴλ βασιλέως ἐξ ἀστατούσης τῆς διαθέσεως· καθ´ ἣν καὶ τὴν ἐσχάτην δίκην αὐτὸ ἐκληρώσατο, ὡς ὧδε λεχθήσεται