Ancient Greek
568
Josephus Genesius, Βασιλεῖαι 568
Unproofread scanNot analysed yet
Καὶ ἄλλο τι σημεῖον ἐπὶ τῷ θανάτῳ παρηκολουθήκει τοῦ Καίσαρος. Ἐξαπεστάλη κατὰ Ιήπους διάγοντι παρὰ Θεοδώρας τῆς αὐτοῦ ἀδελφῆς ἐσθὴς τοῦ προσήκοντος μήκους ἐλλείπουσα, ᾔτινι πέρδιξ χρυσόπαστος καθιστόρητο· ἣν προσδεξάμενος ἐπυνθάνε το αὕτη τί κεκολόβωται; καὶ ὃ ἐν ταύτῃ πέρδιξ σί δηλῶν ἀναγέγραπται· »ἀμφοτέρων τὴν λύσιν διεωγράφει, διὰ μὲν τοῦ πέρδικος τὸ πρὸς αὐτὸν δολερὸν, ὡς ἔοικε, τῆς στειλάσης διὰ τὴν ἐπὶ τῷ ἀναιρεθέντι Θεοκτίστῳ ἀντέκτισιν, διὰ δὲ τοῦ ἐλλιποῦς τὸ ἐλλιπὲς τῶν ἑαυτοῦ ἡμερῶν αἰνιττόμενος. Ὅθεν καὶ Ἀντιγόνῳ τῷ πατρικίῳ καὶ καθηγεμονεύκντι τῶν σχολῶν, τῷ υἱῷ αὐτοῦ, προσετετάχει σὸν ὑπ´ αὐτὸν λαὸν ἅπαντα συντελεῖν καὶ τῇ βασιλίδι κατευθῦναι τὴν ἄφιξιν. Ὁ δὲ πρὸς τὴν τοιαύτην δυσανασχετεῖ βούλησιν. Καὶ πλέον τὰ κατὰ Μιχαὴλ βασιλέως ἐπεφανέρωτο παρὰ Καίσαρι Πρὸ δέ τινος χρόνου σεισμοῦ γεγονότος τῶν πώποτε μνημονευομένων φρικωδεστέρου, ἐπεπτώκει τὸ ἄγαλμα ὃκατὰ τὴν ἁγίαν Ἄνναν, ἧ ἐπώνυμον τὸ Δεύτερον, κατὰ κίονα διεστήλωτο· ὅπερ διαγγελθὲν παρὰ Καίσαρος Λέοντι φιλοσόφῳ σαφῶς διτραήνευτο, τὸν ἐκ πρώτου ἄνακτος δεύτε ρον ἐκπεσεῖσθαι διὰ θανάτου, τῷ τε Καίσαρι Πάρδᾳ τὸν διαδεξόμενον δακτυλοδεικτεῖσθαι λασίλειον· ὃν ἔκτοτε οὗτος βασκάνως ἐπέβλεπεν. Καὶ ταῦτα κατὰ προφητείαν συνωμαρτήκεσαν Καίσαρι. Ἐπὶ Κήπους γὰρ ἐφεστηκότων αὐτῶν, ὸ μὲν βασιλεὺς τὰ τῆς βασιλείας ἐνήργει πρακτέα, ἀ δὲ Καῖσαρ τὰ τῆς φιλαρχίας πλέον ἐπετηδεύετο, καὶ πολὺς ἦν, ὑπεραίρων τοῦ βασιλέως καὶ ἑτέρων τῶν κατὰ θεραπείαν ᾠκειωμένων αὐτῷ. Ὡς δὲ πρὸς τοῦτο δυσφορήτως διέκειντο, ἐμηχανῶντο κατ´ αὐτοῦ βουλὴν δολερὰν, ὅπως μιαιφονήσειαν· ἀλλὰ τὴν ἑταιρειῶτιν τούτου πληθὺν ἐδεδοίκεσαν, ἵνα μὴ παρ´ αὐτῆς καταδυναστεύοιντο. Πρὸς ἁμιλλητήριον δρόμον ἵππων συμφύρονται σὺν Ἀντιγόνῳ τῷ τούτου υἱῷ, καὶ αὐτὸν πόῤῥω τῆς βασιλικῆς σκηνῆς διορίζουσιν, καὶ Καίσαρος τοὺς πρωταγωνιστὰς ἐπὶ τούτῳ συνέλκουσιν, ὡς ἂν ἐνησχολημένων αὐτῶν ἀφυλάκτως τῷ Καίσαρι ἐπίθωνταί τινες καὶ διαχειρίσωνται. Σαββατίου δὲ γαμβροῦ ἐπὶ θυγατρὶ Καίσαρος