Ancient Greek
576
Josephus Genesius, Βασιλεῖαι 576
Unproofread scanNot analysed yet
Σύρας καὶ Κόσσης, ἢ ἀπό τινος ἐκεῖσε λίμνης, ἢ ἀπὸ τῆς πρὶν μὲν κρήνης Συρακοῦς, νῦν δὲ Ἀρεθούσης. Τοῦ δὲ τὸ ἀληθὲς πολυπραγμονοῦντος καὶ ὁπόθεν ἐπίστασθαι τοῦτο διερευνῶντος, αὐτὸς ἀπεκρίνατο, ὅτιπερ «Ἐν χώρῳ ὃς ἕλος ὡνόμασται, ἀγρὸς πάρεστί μοι ὡς ἀπὸ μιλίων ηʹ´ πρὸς Σιάστημα. Καὶ κατὰ τὴν παριοῦσαν ἐσπέραν καθ´ ὅν μοι περιπολεύοντι προσίασί τινες ποιμαινόντων, καὶ ἔφασκον ὡς ἐκ τῶν ἐπιχωριαζόντων δαιμόνων διακηκοέναι φραζόντων γενέσθαι τὴν Συράκουσαν δοριάλωτον, ἐν ταύτῃ τε παρεῖναι αὐτοὺς, ὅθεν καὶ διατρανοῦσθαι ἀλήθειαν.» Αὐτὸς δὲ πρὸς τοῦτο μὴ κατανεύων εἰς ἀπιστίαν ἐχώρει, τὴν αὐτηκοῖαν σφετεριζόμενος. Καθ´ ἣν ἐν καταλήψει γενόμενος τοῦ ἀγροῦ πρώτην καθ´ ὥραν καὶ ποιμέσι συγκατειλήφει τὸν ὡρισμένον χῶρον ἐφ´ ᾧ τὰ ἀέρια τὴν διατριβὴν ἐπεποίηντο. Ὧν τὴν διαγωγὴν πυνθανομένῳ τινὶ τῶν ποιμένωντ προσαπεκρίναντο κατὰ πόλιν Συράκουσαν εἶναι, τοῦ περιλειφθέντος Χριστιανικοῦ αἵματος ἐμφορεῖσθαι · τὸν δὲ περὶ τῶν τοιούτων εἰδέναι διερευνώμενον τὸ πραχθὲν γινώσκειν, τό τε ὄνομα καὶ τὸν ἀρχικὸν βαθμὸν ἐξεπίστασθαι. Οἷς ὁ Ἀδριανὸς μὴ πιστεύων ἔτι ὑπελογίζετο ἕωλα. Καὶ μετὰ ιεʹ ἐπιοῦσαν ἡμέραν τὰ παρ´ αὐτῶν ὡς ψευδῆ νομιζόμενα παρὰ τῶν ἐκεῖθεν μόλις ἐληλυθότων ἀληθῆ κατεφαίνετο. Των οὐν ἐγχωρίων πνευμάτων ἡ τοιαύτη πρόγνωσις, ἢ μᾶλλον εἰπεῖν ἡ ἐπὶ τῶν πραττομένων γνῶσις, τοῖς κατὰ τὴν αὐτὴν χώραν ἄχρι βασιλείας τοῦ εὐσεβεστάτου, ὥς φασι, Λέοντος προσμεμένηκεν. Τότε δὴ στρατὸν τὸν ὑπ´ αὐτὸν ναύμαχον συναγείρας τῇ Κωνσταντινουπόλει ἐπιδημεῖ, καὶ Μηδὲ συγκεχωρῆσθαι τοῦ σφάλματος. Ἀλλὰ τῶν δεόντων Ἐν δὲ τῷ αὐτῷ ἐφεστηκότι καιρῷ οἱ ἀπὸ (Καρχηδόνος Ἄφροι Σαρακηνοὶ σὺν ὁλκάσι παμμεγέθεσιν ξ, αἷς χώρησις σʹ ἀνδρῶν διηρίθμητο, καταστρατεύουσι καὶ διικνοῦνται Κεφαληνίας μέχρι καὶ Ζακύνθου, ἤτις πρὸς ἄνεμον Ζέφυρον κατὰ τὸν καλούμενον Ἰχθὺν ἀπονένευκεν, ἔκ τε Ζακύνθου τοῦ Μέροπος τῆς προσηγορίας τετύχηκεν. Περὶ ὧν ὁ βασιλεὺς διαγνοὺς τὸν πατρίκιον Νάσαρ ἐκπέμπει σὺν ναυστολίᾳ, ἄνδρα πολύπειρον, ταύτης καθηγησόμενον. Τοῦ δὲ κατὰ Μεθώνην τὴν πρὶν Πήδασον καλουμένην ἐπιδημήσαντος, οἱ πλεῖστοι στρατιωτῶν τῶν πλοίων ἀπέδρασαν καταλελοιπότες