Ancient Greek
486.1
Josephus Rhacendyta, Synopsis Rhetorikes 486.1
Unproofread scanNot analysed yet
ΙΩΣΗΦ ΤΟΥ ΠΑΚΕΝΛΥΤΟΥ τείνονται ὡστε καὶ δευτερολογίαν γίνεσθαι τούτους, ἀνακεφαλαιοιυμένων ἡμῶν ὅσα ἐν τοῖς ἀγῶσι προαπεδείξαμεν, καὶ ἐπιτρεχόντων, καὶ κοινὸν τόπον ποιούντων, κατὰ τὸ τοῦ ἐγκλήματος καὶ τοῦ πράξαντος. τῶν δ' αὐ ἀπολο- 5 γουμένων καὶ αὐτῶν ἀνακεφαλαιοιόντων ὅσα ἐν τοῖς ἀγῶσιν ἐρρήθη, καὶ ἐλεεινολογουμένων, καθ' ὅσον οἷόν τε, καὶ ἐξαιρούντων ἢ μειούντων τὸ ἐγκλημα. Ὁ τοιοῦτος πολιτικὸς λόγος καὶ πρόσωπα ἔχει καὶ πράγματα, καὶ ἰσχυροτάτην 47 μὲν δύναμιν ἔχουσι τὰ ὡρισμένα καὶ κύ- 10 ρια, οἷον 48 Περίκλῆς, Δημοσθένης, δευτέραν τὰ πρός τι, οἷον πατήρ, υἱός, δοῦλος, δεσπότης· τρίτην τὰ διαβεβλημένα, οἷον ἄσωτοι, κόλακες· τετάρτην τὰ ἠθικὰ, οἷον γεωργοί, λίχνοι· πέμπτην τὰ κατὰ συμπλοκὴν δύο 49 προσηγοριῶν, οἷον νέος πλούσιος· ἕκτην τὰ κατὰ συμ- 15 πλοκὴν προσώπου καὶ πράγματος, οἷον μειράκιον καλλωπιζόμενον· ἑβδόμην τὰ ἀπλὰ προσηγορικὰ, οἷον ῥήτωρ, στρατηγός, πρεσβευτής. Ὁμοίως ἔχουσι καὶ τὰ πράγματα· πρώτη τάξις αὐτῶν, εἰ ἐξ ὧν αὐτὸς τις ἐποίησε, κρίνεται· δευτέρα, εἰ ἐξ ὧν ἕτεροι πεποιήκασι καὶ ἀντι- 20 κρους εἰς αὐτὸν ἀναφέρεται· οἷον τριαριστέως εἰκόνα ἕστησαν οἱ πολέμιοι, καὶ προδοσίας φεύγει· τρίτη, εἰ ἐξ ὧν ἕτεροι πεποιήκασι, καὶ οὐκ ἀντικρους εἰς αὐτὸν ἀναφέρεται· οἷον Περίκλῆς ἔγραψεν ἐν τοῖς λογισμοῖς, ὅτι εἰς δέον ἀνήλωσε πεντήκοντα τάλαντα, καὶ Ἀρχίδαμος ἐν 25 Λακεδαίμονι δώρων φεύγει, διότι τοὺς ἀγροὺς αὐτοῦ οὐκ ἐδήλωσε· τὸ γὰρ τοιοῦτον οὐκ εἰς αὐτὸν ἀντικρους ἀναφέρεται τὸν Ἀρχίδαμον· ὅμως διὸ οὐκ ἐδήλωσε τοὺς ἀγροὺς ὑποπτεύεται. Εἰ γοῦν ἀφανὲς εἴη τὸ κρινόμενον, ζητοῦμεν τὸ εἴ ἐστι, καὶ ἐστι στοχασμός· ἐστι γὰρ στοχασμός