Ancient Greek
511.2
Josephus Rhacendyta, Synopsis Rhetorikes 511.2
Unproofread scanNot analysed yet
καὶ διόλον τοιαῦτα ἡ τραγῳδία ἔχει· ἡ πλοκὴ δὲ τῶν Σωκρατικῶν συμποσίων, (ὁ γὰρ Σωκράτης παρὰ Πλάτωνι τούτων κατήρξατο) σπουδαῖα καὶ γελόια καὶ πρόσωπα καὶ πράγματα, ἐν οἷς καὶ διαφορὰν πολλὴν ἴδει τις τοῦ Πλατωνικοῦ συμποσίου πρὸς τὰ τοῦ Ξενοφῶντος καὶ τὰ τῶν ἄλλων συμ- 5 πόσια. Διαλόγου πλοκὴ δὲ ἡθικοὶ λόγοι καὶ ζητητικοί· οἱ γὰρ ἡθικοὶ λόγοι παρεμβληθέντες ἀναπαύουσι τὴν ψυχήν. ὅταν δ’ οὖν ἀναισθήται, ἐπάγεται ἡ ζήτησις, ὥσπερ γίνεται ἐν ὀργάνῳ τάξις καὶ ἄνεσις ἀναμιξ, καθὼς καὶ ἐν τῷ χρυσορρήμῳ εὐηχοῖ τις διδάσκοντι. Ταῦτα καὶ 10 τοιαῦτ’ ἡ τῆς δεινότητος μέθοδος ἔχει, ἡ καὶ πλείστου ἀξία τοῖς ῥήτοσιν ἐστιν, ὅτι καὶ πᾶσα δύναμις αὐτοῖς ἐν ἐννοίαις καὶ μεθόδοις κατανοεῖται· καὶ τὴν αὐτὴν ἐννοιαν πολλάκις ἄλλως εἴποι ὁ τυχὼν καὶ τῆς σπουδῆς ἀποτεύξεταί, καὶ ἄλλως μεθοδεύσει ὁ ῥήτωρ κἀντεῦθεν 15 πεισι, ἐπεὶ τοι γε καὶ ἡ ἐν τοῖς διηγήμασι ἀναφορὰ καὶ βεβαίωσις τοῦτο ἐργάζεται, ὡς ἐγὼ τινος ἠχουσα· 7 τοῦτο ἀναφορὰ· ἀνδρὸς μὴ οἷον τε ψεύδεσθαι, τοῦτο βεβαίωσις· καὶ ὁ μὲν ῥήτωρ οὕτως εἴποι, ὁ δὲ τυχὼν μόνῃ πολλάκις τῇ ἀναφορᾷ βιασθεὶς χρῆσεται 20 καὶ τοῦ σκοποῦ ἀποτύχοι· καὶ πάλιν ὁ μὲν ῥήτωρ τὰ αὐτὰ λέξει ἢ ἑαυτῷ ἢ ἄλλῳ πλὴν λεληθότως καὶ εὐμεθόδως· ὁ δὲ τυχὼν μὴ μεθοδεύσας καταγνωσθήσεται· ἡ δὲ μέθοδος τούτου διπλῆ, τάξεως μεταβολὴ καὶ μήκη καὶ βραχύτητες, ἡ αὐτὴ δὲ καὶ τοῦ παραφράζειν μέθοδος· 25 ὁ δὲ καιρὸς αὐτῶν τοιοῦτος· ἡ μὲν συμβουλευτικὴ μήκη καὶ βραχύτητος δέχεται, τῆς γὰρ τάξεως μεταβολὴν οὐ δύναται ἔχειν, ὅτι ἐν συμβουλῇ τὸ κατεπείγον προτιμᾶται παρὰ παντὶ συμβουλεύοντι· ἐν δὲ τῇ πανηγυρικῇ νόμος ἐστὶ τῆς τῶν κεφαλαίων τάξεως ἀμετάβλητος· τοῖς 30 μήκεσι γοῦν καὶ ταῖς βραχύτησι χρώμεθα· ὁ γὰρ Πλά-