Ancient Greek
545.3
Josephus Rhacendyta, Synopsis Rhetorikes 545.3
Unproofread scanNot analysed yet
XI ΠΕΡΙ ΑΝΑΠ ΑΥΣΕΩΣ. Ἀκόλουθος δὲ τούτοις καὶ ὁ περὶ τῆς ἀναπαύσεως λόγος. Ἀνάπαυσις γάρ ἐστιν ἡ τοῦ λόγου κατάληξις, καὶ εἰ μὲν εἰς βραχύτερον καταλήγει φωνὴν καὶ λεπτότερον, εὐκινήτοτερον τὸν λόγον ποιεῖ ἀπὸ κώλου εἰς κῶλον· εἰ δ' εἰς μακρότερον καὶ πλατύτερον φωνὴν ἵσταται, ἢ καὶ παραλίγεται τοιούτῳ, βεβηκότα τὸν λόγον ποιεῖ καὶ τὸν ῥυθμόν· σὺ γοῦν εἰ μὲν ῥέειν σου τὸν λόγον θέλεις καὶ εὐδρόμον εἶναι καὶ χορευτὴν καὶ εὐκινήτον, ἐκείνῃ χρῶ τῇ ἀναπαύσει, εἰ δὲ βεβηκότα καὶ πάγιον ἢ βραδέως πορευόμενον, ὡς τινα σιμνὸν καὶ μέγαλοπρεπῆ, τῇ μακρᾷ χρῶ καταλήξει.