Ancient Greek
552.1
Josephus Rhacendyta, Synopsis Rhetorikes 552.1
Unproofread scanNot analysed yet
ΙΩΣΗΦ ΤΟΥ ΡΑΚΕΝΑΥΤΟΥ ηυξηθη, καὶ ἄλλα προσεγίγνετο· ὡς καὶ Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ ὅτι φιλάνθρωπος ἡ πόλις, ἐπιτήδευμα γὰρ τοῦτο ἐξήτασεν ὑποδεχομένη τοὺς καταφεύγοντας. ἀκολουθεῖ τοῖς ἐπιτηδεύμασι λοιπὸν ὁ περὶ τῆς 5 39 πράξεως λόγος· χρὴ δὲ γινώσκειν καὶ φυλάττειν τὸ παράγγελμα, ὅτι ὅταν μέλλῃς ἀπὸ κεφαλαιοῦ εἰς κεφαλαῖον μεταβαίνειν, δεῖ προομιάζεσθαι περὶ οὗ μέλλεις ἐπιχειρεῖν· ἵνα προσεκτικὸν τὸν ἀκροατὴν ἐργάσῃ· καὶ μὴ ἐξὼ λανθάνειν μηδὲ κλέπτεσθαι τῶν κεφαλαίων τὴν 10 αὔξησιν· αὔξησεως γὰρ οἰκεῖον τὸ προσεκτικὸν ποιεῖν τὸν ἀκροατὴν καὶ ἐπιστρέφειν, ὡς περὶ μεγίστων ἀκούσειν μέλλοντα. Τίθει δὲ καὶ σύγκρισιν ἐφ’ ἑκάστῳ τῶν κεφαλαίων τούτων, ἀεὶ συγκρίνων φύσιν φύσει, καὶ ἀνατροφὴν ἀνατροφῇν, καὶ παιδείαν παιδείᾳ, καὶ τοιαῦτα 15 ἀνθρώπα καὶ παραδείγματα, οἷον Ῥωμαίων βασιλέων καὶ στρατηγῶν καὶ Ἑλλήνων ἐνδοξοτάτων. Τὰς τοίνυν πράξεις διαιρήσεις δίχα, εἰς τε τὰς κατ’ εἰρήνην καὶ τὰς 40 κατὰ πόλεμον, ἐὰν ἐν ταύταις λαμπρὸς ὁ ἐπαινούμενος φαίνηται. δεῖ γὰρ τὰς κατὰ τὴν ἀνδρίαν πρά- 20 ξεις πρώτας παραλαμβάνειν ἐπὶ τῶν τοιούτων ὑποθέσεων εἰς ἐξέτασιν· γνωρίζει γὰρ βασιλεία πλεῖον ἀνδρία· ἐὰν δὲ μηδεὶς πόλεμος αὐτῷ πεπραγμένος τύχῃ, ὅπερ σπάνιον, ἥξεις ἐπὶ τὰ τῆς εἰρήνης ἀναγκαίως. Εἰ μὲν οὖν κατὰ τὸν πόλεμον ἐκχωμάζεις, ἐπιστατέον, ὅτι ἀπὸ τῆς 25 ἀνδρίας ἔρεις μόνον, οὐκ ἀφ’ ἑτέρων δὲ τινων· εἰ δὲ κατὰ τὴν εἰρήνην, τῆς μὲν ἀνδρίας οὐκέτι, 41 ἑτέρων δὲ τινων. διαίρει γὰρ 42 πανταχοῦ τὰς πράξεις, ὅσὰν μέλ-