Ancient Greek
562.4
Josephus Rhacendyta, Synopsis Rhetorikes 562.4
Unproofread scanNot analysed yet
Μακρὰν ἀπάρας καὶ διαστὰς πατρίδος· δόκιμον δὲ εἰ οὕτω γράφεις, ἠλύνας ἡμᾶς, ἀπάρας τῆς πατρίδος· τὸ μέντοι ἐνθυμήμασι χρῆσθαι κοσμεῖ μὲν μᾶλλον τὰ μέτρα, οὐκ ἔστι δὲ τούτων ἴδιον, ἀλλὰ τῆς ἀπλῆς ῥητορείας καὶ λογογραφίας μᾶλλον· ἐπεὶ οὖν καὶ τὰ ἰαμβεῖα λογογραφία τις ἐστιν εὐρυθμος, ζηλούσθω σοι καὶ τὸ ἐνθυμηματικὸν ἐν αὐτοῖς· ἔχεις ἀρχέτυπον τὸν Πισίδην, νεωτέρους τὸν Καλλιχλῆν, τὸν Πτωχοπρόδρομον καὶ εἴ τις που τοιοῦτος, ἐν τοῖς παλαιοῖς τὸν Θεολόγον, τὸν Σοφοκλῆν, ἔκτὸς τῶν ποιητικῶν ἰδιωμάτων αὐτὰ τὰ εὐγραδέστερα τοῦ Λυκόφρονος, καὶ εἴτι τοιοῦτον.