Ancient Greek
Dfhg-Source dfhg3_JUBA_MAURITANUS
JUBA MAURITANUS, Fragmenta 32
Not analysed yet
Τό γε μὴν κοινωνικὸν μετὰ τοῦ συνετοῦ τοὺς ἐλέφαντας ἀποδείκνυσθαί φησιν ὁ Ἰόβας. Ὀρύγματα γὰρ αὐτοῖς οἱ θηρεύοντες ὑπεργασάμενοι λεπτοῖς φρυγάνοις καὶ φορυτῷ κούφῳ κατερέφουσιν· ὅταν οὖν εἷς ὀλισθῇ, πολλῶν ὁμοῦ πορευομένων, οἱ λοιποὶ φοροῦντες ὕλην καὶ λίθους ἐμβάλλουσιν, ἀναπληροῦντες τὴν κοιλότητα τοῦ ὀρύγματος, ὥστε ῥᾳδίαν ἐκείνῳ γενέσθαι τὴν ἔκβασιν. Ἱστορεῖ δὲ καὶ εὐχῇ χρῆσθαι θεῶν τοὺς ἐλέφαντας ἀδιδάκτως, ἁγνιζομένους τε τῇ θαλάσσῃ, καὶ τὸν ἥλιον ἐκφανέντα προσκυνοῦντας, ὥσπερ χειρὸς ἀνατάσει τῆς προβοσκίδος. Ὅθεν καὶ θεοφιλέστατόν ἐστι τὸ θηρίον, ὡς Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐμαρτύρησε. Κρατήσας γὰρ Ἀντιόχου, καὶ βουλόμενος ἐκπρεπῶς τιμῆσαι τὸ θεῖον, ἄλλα τε πάμπολλα κατέθυσεν ἐπινίκια τῆς μάχης, καὶ τέσσαρας ἐλέφαντας· εἶτα νύκτωρ ὀνείρασιν ἐντυχὼν, ὡς τοῦ θεοῦ μετ ̓ ὀργῆς ἀπειλοῦντος αὐτῷ διὰ τὴν ἀλλόκοτον ἐκείνην θυσίαν, ἱλασμοῖς τε πολλοῖς ἐχρήσατο, καὶ χαλκοῦς ἐλέφαντας ἀντὶ τῶν σφαγέντων ἀνέστησε τέσσαρας.