Ancient Greek
Μαξίμῳ φιλοσόφῳ
Julian the Emperor, Epistulae 1-13
Not analysed yet
Ἀλέξανδρον μὲν τὸν Μακεδόνα τοῖς Ὁμήρου ποιήμασιν ἐφυπνώττειν λόγος, ἵνα δὴ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτοῦ τοῖς πολεμικοῖς ὁμιλῇ συνθήμασιν· ἡμεῖς δέ σου ταῖς ἐπιστολαῖς ὥσπερ παιωνίοις τισὶ φαρμάκοις συγκαθεύδομεν, καὶ οὐ διαλείπομεν ἐντυγχάνοντες ἀεὶ καθάπερ νεαραῖς ἔτι καὶ πρῶτον εἰς χεῖρας ἡκούσαις. εἴπερ οὖν ἐθέλεις ἡμῖν εἰκόνα τῆς σῆς παρουσίας τὴν ἐν τοῖς γράμμασιν ὁμιλίαν προξενεῖν, γράφε καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράττων· μᾶλλον δὲ ἧκε σὺν θεοῖς, ἐνθυμούμενος ὡς ἡμῖν γ’ ἕως ἂν ἀπῇς οὐδ’ ὅτι ζῶμεν εἰπεῖν ἔστιν, εἰ μὴ ὅσον τοῖς παρὰ σοῦ γραφομένοις ἐντυχεῖν ἔξεστιν.