Ancient Greek
Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον
Julian the Emperor, Epistulae 1-34
Not analysed yet
Πολλή τις ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου παντοδαπῶν μὲν φιλοσόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιστα δ’ ἐν αὐτοῖς καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πᾶσαν οὖν ἀθρόως ταύτην τὴν βιβλιοθήκην ἀναζητήσας φρόντισον εἰς Ἀντιόχειαν ἀποστεῖλαι, γινώσκων ὅτι μεγίστῃ δὴ καὶ αὐτὸς περιβληθήσῃ ζημίᾳ, εἰ μὴ μετὰ πάσης ἐπιμελείας ἀνιχνεύσειας, καὶ τοὺς ὁπωσοῦν ὑπονοίας ἔχοντας ὑφῃρῆσθαι τῶν βιβλίων πᾶσι μὲν ἐλέγχοις, παντοδαποῖς δὲ ὅρκοις, πλείονι δὲ τῶν οἰκετῶν βασάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάσειας εἰς μέσον πάντα προκομίσαι. ἔρρωσο.